Dialogus cum Tryphone Iudaeo 32.1
Καὶ ὁ Τρύφων παυσαμένου μου εἶπεν· Ὦ ἄνθρωπε, αὗται ἡμᾶς αἱ γραφαὶ καὶ τοιαῦται ἔνδοξον καὶ μέγαν ἀναμένειν τὸν παρὰ τοῦ παλαιοῦ τῶν ἡμερῶν ὡς υἱὸν ἀνθρώπου παραλαμβάνοντα τὴν αἰώνιον βασιλείαν ἀναγκάζουσιν· οὗτος δὲ ὁ ὑμέτερος λεγόμενος Χριστὸς ἄτιμος καὶ ἄδοξος γέγονεν, ὡς καὶ τῇ ἐσχάτῃ κατάρᾳ τῇ ἐν τῷ νόμῳ τοῦ θεοῦ περιπεσεῖν· ἐσταυρώθη γάρ.
そして私が話し終えると、トリュフォンは言った。「人よ、これらの聖書、このような聖書は、我々に、日の老いたる方のもとから人の子として永遠の王国を受け取る、栄えあり偉大な方を待ち望むよう強いるものだ。ところが、諸君の言うそのキリストは、卑しめられ、栄光を失った者となり、神の律法における最も極まった呪いにさえ陥ったではないか。彼は十字架につけられたのだから。」
Dialogus cum Tryphone Iudaeo 32.2
Κἀγὼ πρὸς αὐτόν· Εἰ μέν, ὦ ἄνδρες, μὴ ἀπὸ τῶν γραφῶν, ὧν προανιστόρησα, τὸ εἶδος αὐτοῦ ἄδοξον καὶ τὸ γένος αὐτοῦ ἀδιήγητον, καὶ ἀντὶ τοῦ θανάτου αὐτοῦ τοὺς πλουσίους θανατωθήσεσθαι, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ ὡς πρόβατον ἀχθήσεσθαι ἐλέγετο, καὶ δύο παρουσίας αὐτοῦ γενήσεσθαι ἐξηγησάμην, μίαν μὲν ἐν ᾗ ἐξεκεντήθη ὑφ᾿ ὑμῶν, δευτέραν δὲ ὅτε ἐπιγνώσεσθε εἰς ὃν ἐξεκεντήσατε, καὶ κόψονται αἱ φυλαὶ ὑμῶν, φυλὴ πρὸς φυλήν, αἱ γυναῖκες κατ᾿ ἰδίαν καὶ οἱ ἄνδρες κατ᾿ ἰδίαν ἀσαφῆ καὶ ἄπορα ἐδόκουν λέγειν· νῦν δὲ διὰ πάντων τῶν λόγων ἀπὸ τῶν παρ ὑμῖν ἁγίων καὶ προφητικῶν γραφῶν τὰς πάσας ἀποδείξεις ποιοῦμαι, ἐλπίζων τινὰ ἐξ ὑμῶν δύνασθαι εὑρεθῆναι ἐκ τοῦ κατὰ χάριν τὴν ἀπὸ τοῦ κυρίου σαβαὼθ περιλειφθέντος εἰς τὴν αἰώνιον σωτηρίαν.
そして私は彼に向かって言った。「方々よ、もし私が、先に述べた聖書――彼の姿が栄光なきものであり、その系図は語り伝えがたく、彼の死に代わって富める者たちが死に渡されること、彼の打ち傷によって我々が癒されたこと、彼は羊のように引かれて行くと言われていたこと、そして彼の到来は二度あるということ、すなわちひとつは諸君によって彼が突き刺されたときであり、もうひとつは諸君が突き刺した相手が誰であるかを知るときであって、そのとき諸君の部族は部族ごとに、女は女だけで、男は男だけで胸を打つであろうということ――を私が説き明かさなかったならば、これは不明瞭で行き詰まったことを言っているように思われたことだろう。しかし今、私は諸君のもとにある聖なる預言の聖書からのすべての言葉を通して、あらゆる証明を行っているのであり、諸君のうちの誰かが、万軍の主からの恵みによって残された者として、永遠の救いのために見出され得ることを望んでいるのである。」
Dialogus cum Tryphone Iudaeo 32.3
Ἵνα οὖν καὶ σαφέστερον ὑμῖν τὸ ζητούμενον νῦν γένηται, ἐρῶ ὑμῖν καὶ ἄλλους λόγους τοὺς εἰρημένους διὰ Δαυῒδ τοῦ μακαρίου, ἐξ ὧν καὶ κύριον τὸν Χριστὸν ὑπὸ τοῦ ἁγίου προφητικοῦ πνεύματος λεγόμενον νοήσετε, καὶ τὸν κύριον πάντων πατέρα ἀνάγοντα αὐτὸν ἀπὸ τῆς γῆς καὶ καθίζοντα αὐτὸν ἐν δεξιᾷ αὐτοῦ, ἕως ἄν θῇ τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· ὅπερ γίνεται ἐξ ὅτου εἰς τὸν οὐρανὸν ἀνελήφθη μετὰ τὸ ἐκ νεκρῶν ἀναστῆναι ὁ ἡμέτερος κύριος Ἰησοῦς Χριστός, τῶν χρόνων συμπληρουμένων καὶ τοῦ βλάσφημα καὶ τολμηρὰ εἰς τὸν ὕψιστον μέλλοντος λαλεῖν ἤδη ἐπὶ θύραις ὄντος, ὃν καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ διακαθέξειν Δανιὴλ μηνύει.
「それゆえ、今問われていることが諸君にとってより明瞭になるように、私は幸いなるダビデを通して語られた他の言葉をも諸君に語ろう。それらから、キリストが聖なる預言の霊によって主と呼ばれていること、そしてすべての者の主である父が、彼を地から引き上げ、敵をその足の足台とするまで、彼をその右に座らせることを、諸君は悟るだろう。それは、我々の主イエス・キリストが死者の中から甦った後、天に上げられたときから起こっていることであり、時が満ち、いと高き方に対して冒瀆的で大胆な言葉を語ろうとする者がすでに戸口に迫っているまで続くのであって、ダニエルが示しているとおり、この者は一時と二時と半時を保持し続けるのである。」
Dialogus cum Tryphone Iudaeo 32.4
Καὶ ὑμεῖς, ἀγνοοῦντες πόσον χρόνον διακατέχειν μέλλει, ἄλλο ἡγεῖσθε· τὸν γὰρ καιρὸν ἑκατὸν ἔτη ἐξηγεῖσθε λέγεσθαι. Εἰ δὲ τοῦτό ἐστιν, εἰς τὸ ἐλάχιστον τὸν τῆς ἀνομίας ἄνθρωπον τριακόσια πεντήκοντα ἔτη βασιλεῦσαι δεῖ, ἵνα τὸ εἰρημένον ὑπὸ τοῦ ἁγίου Δανιήλ, καὶ καιρῶν, δύο μόνους καιροὺς λέγεσθαι ἀριθμήσωμεν.
「そして諸君は、彼がどれほどの時を保持し続けるのかを知らないので、別のことを考えている。というのも、諸君は、この一時が百年を意味すると説くからである。もしそうであるなら、不法の人間は少なくとも三百五十年のあいだ王として支配しなければならない。聖なるダニエルによって語られた『もろもろの時』という句が、二つの時のみを言っていると数えるためには。」
Dialogus cum Tryphone Iudaeo 32.5
Καὶ ταῦτα δὲ πάντα ἅ ἔλεγον ἐν παρεκβάσεσι λέγω πρὸς ὑμᾶς, ἵνα ἤδη ποτὲ πεισθέντες τῷ εἰρημένῳ καθ᾿ ὑμῶν ὑπὸ τοῦ θεοῦ, ὅτι Υἱοὶ ἀσύνετοί ἐστε, καὶ τῷ· Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτούς, καὶ ἀφελῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν αὐτῶν κρύψω, παύσησθε καὶ ἑαυτοὺς καὶ τοὺς ὑμῶν ἁκούοντας πλανῶντες, καὶ παρ᾿ ἡμῶν μανθάνοντες τῶν σοφισθέντων ἀπὸ τῆς τοῦ Χριστου χάριτος.
「そして私が今語っていたことはすべて、脱線として諸君に語っているのだが、それは、諸君に対して神によって語られたこと、すなわち『汝らは分別なき子らである』、そして『それゆえ見よ、私はこの民を移すことをさらに行い、彼らを移す。私は知恵ある者たちの知恵を取り去り、彼らの分別ある者たちの分別を隠す』ということを、諸君がついに今こそ信じ、自分自身をも諸君の話を聞く者たちをも惑わすことをやめ、キリストの恵みによって知恵を授けられた我々から学ぶようになるためである。」
Dialogus cum Tryphone Iudaeo 32.6
Εἰσὶν οὗν καὶ οἱ λόγοι οἱ διὰ Δαυΐδ λεχθέντες οὗτοι· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών· καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ὲν ἡμέρᾳ τῆς δυνάμεώς σου· ἐν ταῖς λαμπρότησι τῶν ἀγίων σου, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Κύριος ἐκ δεξιῶν σου· συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα. Ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν.
「それゆえ、ダビデを通して語られた言葉とはこうである。『主は我が主に言われた。私が汝の敵を汝の足台とするまで、私の右に座せ。主はシオンから力の杖を汝に遣わされるだろう。そして汝の敵の真ん中で支配せよ。汝の力の日に、汝とともに支配の初めがある。汝の聖徒たちの輝きのうちに、私は明けの明星の前に、胎から汝を生んだ。主は誓われ、悔いることはない。汝はメルキゼデクの位に従い、永遠に祭司である。主は汝の右におられる。彼はその怒りの日に王たちを打ち砕かれた。彼は諸国民の間で裁き、屍を満たされるだろう。彼は道すがら川から飲むだろう。それゆえ彼は頭を高く上げるだろう。』」