Dialogus cum Tryphone Iudaeo 90.1
Καὶ ἡμᾶς οὖν, ἔφη, προβίβασον ἐκ τῶν γραφῶν, ἵνα σοι πεισθῶμεν καὶ ἡμεῖς. Ηαθεῖν μὲν γὰρ καὶ ὡς πρόβατον ἀχθήσεσθαι οἴδαμεν· εἰ δὲ καὶ σταυρωθῆναι καὶ οὕτως αἰσχρῶς καὶ ἀτίμως ἀποθανεῖν διὰ τοῦ κεκατηραμένου ἐν τῷ νόμῳ θανάτου, ἀπόδειξον ἡμῖν· ἡμεῖς γὰρ οὐδ᾿ εἰς ἔννοιαν τούτου ἐλθεῖν δυνάμεθα.
そこで彼は言った。「それでは、我々をも聖書によって導いてくれ、我々もお前に納得させられるように。彼が受苦し、羊のように引かれるであろうことは我々も知っている。しかし、十字架につけられ、律法において呪われた死によって、これほど恥ずべく不名誉なかたちで死ぬということについては、我々に証明してくれ。我々はこのことについては、思い至ることさえできないのだから。」
Dialogus cum Tryphone Iudaeo 90.2
Οἶσθα, ἔφην, ὅτι ὅσα εἶπον καὶ ἐποίησαν οἱ προφῆται, ὡς καὶ ὡμολογήθη ὑμῖν, παραβολαῖς καὶ τύποις ἀπεκάλυψαν, ὡς μὴ ῥᾳδίως τὰ πλεῖστα ὑπὸ πάντων νοηθῆναι, κρύπτοντες τὴν ἐν αὐτοῖς ἀλήθειαν, ὡς καὶ πονέσαι τοὺς ζητοῦντας εὑρεῖν καὶ μαθεῖν. Οἱ δὲ ἔφησαν· Καὶ ὡμολογήθη ἡμῖν.
私は言った。「諸君も認めたとおり、預言者たちが語り、行ったことの多くは、譬えと予型とによって覆いのもとに示されたのであって、それゆえほとんどの事柄が、すべての者によって容易に理解されることはなく、その中にある真理を隠していたので、これを求める者たちが見出し学ぶために労苦するようになっていた、ということを、お前は知っているだろう。」すると彼らは言った。「それは我々も認めた。」
Dialogus cum Tryphone Iudaeo 90.3
Ἀκούοις ἂν οὖν, φημί, τὸ μετὰ τοῦτο. Μωσῆς γὰρ πρῶτος ἐξέφανεν αὐτοῦ ταύτην τὴν δοκοῦσαν κατάραν δι᾿ ὧν ἐποίησε σημείων. Τίνων τούτων, ἔφη, λέγεις;
それでは、この後に続くことを聞くがよい、と私は言った。モーセこそが最初に、彼が行ったしるしによって、この、呪いと思われるものを明らかにしたのである。「それはどのようなしるしのことを言っているのか」と彼は言った。
Dialogus cum Tryphone Iudaeo 90.4
Ὅτε ὁ λαός, φημί, ἐπολέμει τῷ Ἀμαλὴκ καὶ ὁ τοῦ Ναυῆ υἱός, ὁ ἐπονομασθεὶς τῷ Ἰησοῦ ὀνόματι, τῆς μάχης ἦρχεν, αὐτὸς Μωσῆς ηὔχετο τῷ θεῷ τὰς χεῖρας ἑκατέρως ἐκπετάσας, Ὢρ δὲ καὶ Ἀαρὼν ὑπεβάσταζον αὐτὰς πανῆμαρ, ἵνα μὴ κοπωθέντος αὐτοῦ χαλασθῶσιν. Εἰ γὰρ ἐνεδεδώκει τι τοῦ σχήματος τούτου τοῦ τὸν σταυρὸν μιμουμένου, ὡς γέγραπται ἐν ταῖς Μωσέως γραφαῖς ὁ λαὸς ἡττᾶτο· εἰ δὲ ἐν τῇ τάξει ἔμενε ταύτῃ, Ἀμαλὴκ ἐνικᾶτο τοσοῦτον, καὶ ἰσχύων διὰ τοῦ σταυροῦ ἴσχυεν.
私は言った。「民がアマレクと戦い、ナウェの子で、イエスという名を与えられた者が戦いを率いていたとき、モーセ自身は両手を左右に広げて神に祈っていた。オルとアロンは、彼が疲れてその両手が垂れ落ちることのないように、一日中これを支えていた。もし、この十字架を模した姿勢が少しでも弛むなら、モーセの書に書かれているとおり、民は敗れたのである。もし彼がこの姿勢を保ち続けるなら、アマレクはそれだけ打ち負かされ、十字架によって強くなる者は強くあったのである。」
Dialogus cum Tryphone Iudaeo 90.5
Οὐ γάρ, ὅτι οὕτως ηὔχετο Μωσῆς, διὰ τοῦτο κρείττων ὁ λαὸς ἐγίνετο, ἀλλ᾿ ὅτι, ὲν ἀρχῇ τῆς μάχης τοῦ ὀνόματος τοῦ Ἰησοῦ ὄντος, αὐτὸς τὸ σημεῖον τοῦ σταυροῦ ἐποίει. Τίς γὰρ οὐκ ἐπίσταται ὑμῶν, ὅτι μάλιστα μὲν ἡ μετὰ οἴκτου καὶ δακρύων εὐχὴ μειλίσσεται τὸν θεὸν καὶ ἡ ἐν πρηνεῖ κατακλίσει καὶ ἐν γόνασιν ὀκλάσαντός τινος; Τοῦτον δὲ τὸν τρόπον ἐπὶ λίθου καθεζόμενος οὔτε αὐτὸς ηὔξατο οὔτε ἄλλος ὕστερον. Ἔχει δὲ καὶ ὁ λίθος σύμβολον, ὡς ἀπέδειξα, πρὸς τὸν Χριστόν.
というのも、モーセがこのように祈ったからといって、それによって民が優勢になったのではなく、戦いの先頭にイエスという名があり、そのうえでモーセ自身が十字架のしるしを行っていたからなのである。というのも、諸君のうちの誰が知らないだろうか、何よりも、憐れみと涙をもってなされる祈り、うつ伏せに身を伏せ、あるいは膝をかがめてなされる祈りこそが、神を和らげるということを。しかし、このような仕方では、石の上に座っている者は、彼自身も、後の誰も祈らなかった。そして石にもまた、私が示したとおり、キリストへのしるしがある。