Dialogus cum Tryphone Iudaeo 106.1
Καὶ ὅτι ἠπίστατο τὸν πατέρα αὐτοῦ πάντα παρέχειν αὐτῷ, ὡς ἠξίου, καὶ ἀνεγερεῖν αὐτὸν ἐκ τῶν νεκρῶν, καὶ πάντας τοὺς φοβουμένους τὸν θεὸν προέτρεπεν αἰνεῖν τὸν θεὸν διὰ τὸ ἐλεῆσαι καὶ διὰ τοῦ μυστηρίου τοῦ σταυρωθέντος τούτου πᾶν γένος τῶν πιστευόντων ἀνθρώπων, καὶ ὅτι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ ἔστη, τῶν ἀποστόλων, οἵτινες, μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν καὶ πεισθῆναι ὑπ᾿ αὐτοῦ ὅτι καὶ πρὸ τοῦ παθεῖν ἔλεγεν αὐτοῖς ὅτι ταῦτα αὐτὸν δεῖ παθεῖν καὶ ὑπὸ τῶν προφητῶν ὅτι προεκεκήρυκτο ταῦτα, μετενόησαν ἐπὶ τῷ ἀφίστασθαι αὐτοῦ ὅτε ἐσταυρώθη, καὶ μετ᾿ αὐτῶν διάγων ὕμνησε τὸν θεόν, ὡς καὶ ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων δηλοῦται γεγενημένον, τὰ λείποντα τοῦ ψαλμοῦ ἐδήλωσεν.
そして、彼の父がご自身に、求めたとおりすべてを与え、また死者の中から甦らせてくださることを彼が知っていたこと、そして神を畏れるすべての者に、この十字架にかけられた方の奥義を通して、信じる人間のあらゆる族を憐れんでくださったことのゆえに神を賛美するよう勧めていたこと、また彼が自分の兄弟たち、すなわち使徒たちの間に立ったこと――使徒たちは、彼が死者の中から甦ったのち、また、苦しみを受ける前にも、彼が「これらのことを自分は苦しまねばならない」と語り、また預言者たちによってもこれらのことがあらかじめ告げ知らされていたと言われていたことに説き伏せられて、彼が十字架にかけられたときに彼から離れ去ったことを悔い改め、彼とともに過ごしながら神を賛美したのである――これらのことを、使徒たちの回想録にそう起こったと明らかにされているとおり、詩篇の残りの言葉が明らかにしていたのである。
Dialogus cum Tryphone Iudaeo 106.2
Ἔστι δὲ ταῦτα· Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Οἱ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ.
それは次の言葉である。「私はあなたの名をわが兄弟たちに語り伝え、教会の中であなたを賛美しよう。主を畏れる者たちよ、主を讃えよ。ヤコブの子孫はすべて、主に栄光を帰せよ。イスラエルの子孫はすべて、主を畏れよ。」
Dialogus cum Tryphone Iudaeo 106.3
Καὶ τὸ εἰπεῖν μετωνομακέναι αὐτὸν Πέτρον ἕνα τῶν ἀποστόλων, καὶ γεγράφθαι ἐν τοῖς ἀπομνημονεύμασιν αὐτοῦ γεγενημένον καὶ τοῦτο, μετὰ τοῦ καὶ ἄλλους δύο ἀδελφούς, υἱοὺς Ζεβεδαίου ὄντας, μετωνομακέναι ὀνόματι τοῦ Βοανεργές, ὅ ἐστιν υἱοὶ βροντῆς, σημαντικὸν ἦν τοῦ αὐτὸν ἐκεῖνον εἶναι, δι᾿ οὗ καὶ τὸ ἐπώνυμον Ἰακὼβ τῷ Ἰσραὴλ ἐπικληθέντι ἐδόθη καὶ τῷ Αὐσῇ ὄνομα Ἰησοῦς ἐπεκλήθη, δι᾿ οὖ ὀνόματος καὶ εἰσήχθη εἰς τὴν ἐπηγγελμένην τοῖς πατριάρχαις γῆν ὁ περιλειφθεὶς ἀπὸ τῶν ἀπ᾿ Αἰγύπτου ἐξελθόντων λαός.
そして、彼が使徒たちの一人にペトロという名を与えたと言われ、これが彼の回想録にも起こったこととして書かれていること、また、ゼベダイの子である他の二人の兄弟にも、雷の子という意味のボアネルゲスという名を与えたことは、まさにこの方こそ、イスラエルと呼ばれたヤコブに対してその添え名を与え、またアウセにイエスという名を与え、その名によって、エジプトから出た民のうち生き残った者たちが族長たちに約束された地へ導き入れられた、その同じ方であることを示すものであった。
Dialogus cum Tryphone Iudaeo 106.4
Καὶ ὅτι ὡς ἄστρον ἔμελλεν ἀνατέλλειν αὐτὸς διὰ τοῦ γένους τοῦ Ἀβραάμ., Μωσῆς παρεδήλωσεν οὕτως εἰπών· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ καὶ ἡγούμενος ἐξ Ἰσραήλ. Καὶ ἄλλη δὲ γραφή φησιν· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ. Ἀνατείλαντος οὖν καὶ ἐν οὐρανῷ ἅμα τῷ γεννηθῆναι αὐτὸν ἀστέρος, ὡς γέγραπται ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ, οἱ ἀπὸ Ἀρραβίας μάγοι, ἐκ τούτου ἐπιγνόντες, παρεγένοντο καὶ προσεκύνησαν αὐτῷ.
そして、彼がアブラハムの族を通して、星のように昇ろうとしていたことを、モーセはこう言って前もって示していた。「ヤコブより星が昇り、イスラエルより指導者が起こるであろう。」また別の聖書箇所はこう言う。「見よ、一人の男、その名は東である。」それゆえ、彼が生まれると同時に、天にも星が昇ったので、彼の使徒たちの回想録に書かれているとおり、アラビアから来た博士たちはこれによって知り、やって来て彼を拝んだのである。