ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XXII 第XXII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 11 sectiones

Dialogus cum Tryphone Iudaeo 22.1

1

Καὶ ὅτι διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ ὑμῶν καὶ διὰ τὰς εἰδωλολατρείας, ἀλλ᾿ οὐ διὰ τὸ ἐνδεὴς εἶναι τῶν τοιούτων προσφορῶν, ἐνετείλατο ὁμοίως ταῦτα γίνεσθαι, ἀκούσατε πῶς περὶ τούτων λέγει διὰ Ἀμώς, ἑνὸς τῶν δώδεκα, βοῶν·

「そして、諸君の民の罪と偶像礼拝のゆえに、そのような供え物を必要としているからではなく、それでもそうすることを同じように命じたのだということ――これについて、十二預言者のひとりアモスを通して神がどう語り呼ばわっているか、聞くがよい。」

Dialogus cum Tryphone Iudaeo 22.2

2

Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν τοῦ κυρίου. Ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα κυρίου: Καὶ αὐτή ἐστι σκότος καὶ οὐ φῶς. Ὅν τρόπον ὅταν ἐκφύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ συναντήσῃ αὐτῷ ἡ ἄρκτος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὁ ὄφις. Οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῆς; Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν.

「『主の日を待ち望む者たちに災いあれ。汝らにとって主のこの日は何であろうか。それは闇であって光ではない。人が獅子の前から逃れて、熊に出くわし、自分の家に飛び込んで壁に手をつくと、蛇に噛まれるようなものだ。主の日は闇であって光ではなく、輝きのない暗闇ではないか。私は汝らの祭りを憎み、退けた。汝らの祝いの集まりで香りを嗅ぐことは決してない。』」

Dialogus cum Tryphone Iudaeo 22.3

3

Διότι ἐὰν ἐνέγκητέ μοι τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτὰ καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. Ἀπόστησον ἀπ᾿ ἐμοῦ πλῆθος ᾠδῶν σου καὶ ψαλμῶν· ὀργάνων σου οὐκ ἀκούσομαι. Καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ ἡ δικαιοσύνη ὡς χειμάρρους ἄβατος. Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ; λέγει κύριος. Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαφάν, τοὺς τύπους, οὓς ἐποιήσατε ἑαυτοῖς.

「『汝らが私に全焼の捧げ物と供犠を献げても、私はそれらを受け入れず、汝らの救いの顕現を顧みることもない。汝の歌と賛歌の多さを私から遠ざけよ。汝の楽器の音を私は聞くまい。裁きは水のように、正義は近づき難い奔流のように流れ下るだろう。イスラエルの家よ、汝らは荒野で私に犠牲と供犠を献げたのか、と主は言われる。汝らはモロクの幕屋と、汝らの神の星ライファンを担ぎ上げた。それは汝らが自分たちのために造った偶像の形である。』」

Dialogus cum Tryphone Iudaeo 22.4

4

Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει κύριος· ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. Οὐαὶ οἱ κατασπαταλῶντες Σιὼν καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας. Οἱ ὠνομασμένοι ἐπὶ τοῖς ἀρχηγοῖς ἀπετρύγησαν ἀρχὰς ἐθνῶν· εἰσῆλθον ἑαυτοῖς οἶκος Ἰσραήλ. Διάβητε πάντες εἰς Χαλάνην καὶ ἴδετε, καὶ πορεύθητε ἐκεῖθεν εἰς Ἀμὰθ τὴν μεγάλην, καὶ κατάβητε ἐκεῖθεν εἰς Γὲθ τῶν ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων, εἰ πλείονά ἐστι τὰ ὅρια αὐτῶν τῶν ὁρίων ὑμῶν.

「『そして私は汝らをダマスコの彼方に移住させる』と主は言われる。全能者なる神が、その御名である。シオンで贅を尽くす者たち、サマリアの山に頼る者たちに災いあれ。首長たちのもとで名を挙げられた者たちは、諸国民の首位を刈り取った。イスラエルの家よ、彼らは自分たちのもとに入って来た。汝らは皆カラネに渡って見よ。そこから大いなるアマトに行き、そこから異族の者たちのガトに下れ。これらすべての王国の中で最も強いこれらの町の境が、汝らの境より広いかどうかを。』」

Dialogus cum Tryphone Iudaeo 22.5

5

Οἱ ἐρχόμενοι εἰς ἡμέραν πονηράν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν, οἱ κοιμώμενοι ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, οἱ ἐσθίοντες ἄρνας ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά, οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα, οἱ πίνοντες ἐν φιάλαις οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ. Διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπὸ ἀρχῆς δυναστῶν τῶν ἀποικιζομένων, καὶ μεταστραφήσεται οἴκημα κακούργων, καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Ἐφραΐμ.

「『悪しき日に向かって行く者たち、偽りの安息日に近づき、それに触れる者たち、象牙の寝台に横たわり、自分の寝床の上で贅を尽くす者たち、群れの中から子羊を、牛の群れの真ん中から乳飲みの子牛を食らう者たち、楽器の音に合わせて手を打ち鳴らし、それを過ぎ去りゆくものとしてではなく、いつまでも立ち続けるものと思いなした者たち、鉢で酒を飲み、最上の香油を身に塗りながら、ヨセフの破滅について何も心を痛めなかった者たち――それゆえ今、彼らは移住させられる者たちの支配者たちの先頭に立って捕らわれ人となり、悪しき者どもの住まいは覆され、エフライムからは馬のいななきが取り去られるだろう。』」

Dialogus cum Tryphone Iudaeo 22.6

6

Καὶ πάλιν διὰ Ἱερεμίου· Συναγάγετε τὰ κρέα ὑμῶν καὶ τὰς θυσίας καὶ φάγετε, ὅτι οὔτε περὶ θυσιῶν ἢ σπονδῶν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ῄ ἡμέρᾳ ἐπελαβόμην τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

「そして再びエレミヤを通して、『汝らの肉と供犠を集めて食べるがよい。私は、汝らの父祖たちをエジプトの地から導き出すためにその手を取ったその日、供犠や献酒について彼らに命じたことはなかったからだ。』」

Dialogus cum Tryphone Iudaeo 22.7

7

Καὶ πάλιν διὰ Δαυΐδ ἐν τεσσαρακοστῷ ἐνάτῳ ψαλμῷ οὕτως ἔφη· Θεὸς θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι θεὸς κριτής ἐστιν.

「そして再びダビデを通して、第四十九の詩篇でこう言った。『神々の神、主は語られ、日の昇るところから沈むところまで、地を呼び集められた。シオンから彼の麗しさの輝きが現れる。神は明らかに来られる、我々の神は。そして黙してはおられない。彼の前には火が燃え、彼の周りには激しい嵐がある。上には天を、また地を呼び寄せて、その民を裁かれる。供犠のもとに契約を結んだ、彼の聖徒たちを彼のもとに集めよ。そして天は彼の正義を告げ知らせるだろう。神こそ裁き主だからである。』」

Dialogus cum Tryphone Iudaeo 22.8

8

Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ἰσραήλ, καὶ διαμαρτυροῦμαί σοι· ὁ θεός, ὁ θεός σου εἰμὶ ἐγώ. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους, ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες· ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ᾿ ἐμοῦ ἐστιν.

「『聞け、我が民よ。私は汝に語ろう、イスラエルよ。そして私は汝に証しする。神、汝の神は私である。私は汝の供犠のことで汝を責めはしない。汝の全焼の捧げ物はいつも私の前にある。私は汝の家から子牛を、汝の群れから雄山羊を受け取ることはない。野のすべての獣、山々の家畜、牛は私のものだからである。私は空のすべての鳥を知っており、野の麗しさは私とともにある。』」

Dialogus cum Tryphone Iudaeo 22.9

9

Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. Μὴ φάγωμαι κρέα ταύρων. ἢ αἷμα τράγων πίωμαι; Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως. καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.

「『もし私が飢えても、私はそれを汝に告げはしない。世界とその満ちるものは私のものだからである。私が雄牛の肉を食べようか。あるいは雄山羊の血を飲もうか。神に賛美の供犠を献げ、至高者に汝の誓いを果たせ。そして苦難の日に私を呼び求めよ。そうすれば私は汝を助け出し、汝は私に栄光を帰すだろう。』しかし罪人に対して神はこう言われた。『なぜ汝は私の定めを語り、私の契約を汝の口で担うのか。汝は諭しを憎み、私の言葉を後ろに投げ捨てた。』」

Dialogus cum Tryphone Iudaeo 22.10

10

Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος. Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Σύνετε δὴ ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ, μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεὶ ὁδός, ἥν δείξω αὐτῷ τὸ σωτήριόν μου.

「『汝は盗人を見れば、それと一緒に走り、姦淫する者と共にその分け前を得た。汝の口は悪を増し重ね、汝の舌は欺きを織り交ぜた。汝は座して汝の兄弟に逆らって語り、汝の母の子に対してつまずきを置いた。汝はこれらのことを行い、私は沈黙していた。汝は、私が汝と同じ者であろうと不法にも思い込んだ。私は汝を責め、汝の目の前に汝の罪を並べ立てよう。神を忘れる者たちよ、これをよく悟れ。さもなければ〔神が〕奪い去り、救い出す者はいないだろう。賛美の供犠が私に栄光を帰す。そしてそこに、私が彼に私の救いを示す道がある。』」

Dialogus cum Tryphone Iudaeo 22.11

11

Οὔτε οὖν θυσίας παρ᾿ ὑμῶν λαμβάνει, οὔτε ὡς ἐνδεὴς τὴν ἀρχὴν ἐνετείλατο ποιεῖν, ἀλλὰ διὰ τὰς ἁμαρτίας ὑμῶν. Καὶ γὰρ τὸν ναὸν τὸν ἐν Ἱερουσαλὴμ ἐπικληθέντα οὐχ ὡς ἐνδεὴς ὢν ὡμολόγησεν οἶκον αὐτοῦ ἢ αὐλήν, ἀλλ᾿ ὅπως καὶ κατὰ τοῦτο προσέχοντες αὐτῷ μὴ εἰδωλολατρῆτε. Καὶ ὅτι τοῦτό ἐστιν, Ἡσαΐας λέγει· Ποῖον οἶκον ᾠκοδομήσατέ μοι; λέγει κύριος. Ὁ οὐρανός μοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου.

「かくして神は、諸君から供犠を受け取ることもなければ、最初からそれを命じたのも欠乏ゆえでもなく、諸君の罪ゆえであった。というのも、エルサレムに建てられ、その名で呼ばれた神殿についても、神が欠乏ゆえにそれを自分の家あるいは庭と認めたのではなく、諸君がそれに心を留めることによって偶像を拝まないようにするためであった。そしてそのとおりであることを、イザヤはこう言う。『汝らはどのような家を私のために建てたのか、と主は言われる。天は私の玉座であり、地は私の足台である。』」