ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XVI 第XVI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 5 sectiones

Dialogus cum Tryphone Iudaeo 16.1

1

Καὶ διὰ Μωσέως κέκραγεν ὁ θεὸς αὐτός, οὕτως λέγων· Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ κύριος, ὁ θεὸς ὑμῶν καὶ κύριος τῶν κυρίων, θεὸς μέγας καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον οὐδὲ μὴ λάβῃ δῶρον. Καὶ ἐν τῷ Λευιτικῷ· Ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι, καὶ ἐγὼ ἐπορεύθην μετ᾿ αὐτῶν πλαγίως, καὶ ἀπολῶ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν. Τότε ἐντραπήσεται ἡ καρδία ἡ ἀπερίτμητος αὐτῶν.

そしてモーセを通しても、神御自身がこう叫んでおられる、「汝らの心の頑なさを割礼せよ、そしてもはや首を頑なにするな。汝らの主、主なる神、もろもろの主の主は、大いなる、力強い、恐るべき神であり、人の顔を偏り見ることなく、賄賂を受け取られることもない」。また『レビ記』にはこうある、「彼らが背き、私を軽んじ、私に逆らって曲がった道を歩んだので、私も彼らに対して曲がった道を歩み、彼らをその敵の地で滅ぼすであろう。そのとき、彼らの割礼を受けていない心は恥じ入るであろう」。

Dialogus cum Tryphone Iudaeo 16.2

2

Ἡ γὰρ ἀπὸ Ἀβραὰμ κατὰ σάρκα περιτομὴ εἰς σημεῖον ἐδόθη, ἵνα ἦτε ἀπὸ τῶν ἄλλων ἐθνῶν καὶ ἡμῶν ἀφωρισμένοι, καὶ ἵνα μόνοι πάθητε ἃ νῦν ἐν δίκῃ πάσχετε, καὶ ἵνα γένωνται αἱ χῶραι ὑμῶν ἔρημοι καὶ αἱ πόλεις πυρίκαυστοι, καὶ τοὺς καρποὺς ἐνώπιον ὑμῶν κατεσθίωσιν ἀλλότριοι, καὶ μηδεὶς ἐξ ὑμῶν ἐπιβαίνῃ εἰς τὴν Ἱερουσαλήμ.

「アブラハムに由来する肉における割礼は、しるしとして与えられたのであった。それは、諸君が他の諸国民から、そして我々からも区別されるためであり、諸君だけが、今、正しく被っている苦しみを被るためであり、諸君の国土が荒れ果て、町々が焼き払われ、諸君の目の前で余所者たちが諸君の実りを食い尽くし、諸君のうち誰一人としてエルサレムに足を踏み入れることのないようにするためであった」。

Dialogus cum Tryphone Iudaeo 16.3

3

Οὐ γὰρ ἐξ ἄλλου τινὸς γνωρίζεσθε παρὰ τοὺς ἄλλους ἀνθρώπους, ἢ ἀπὸ τῆς ἐν σαρκὶ ὑμῶν περιτομῆς. Οὐδεὶς γὰρ ὑμῶν, ὡς νομίζω, τολμήσει εἰπεῖν ὅτι μὴ καὶ προγνώστης τῶν γίνεσθαι μελλόντων ἦν καὶ ἔστιν ὁ θεὸς καὶ τὰ ἄξια ἑκάστῳ προετοιμάζων. Καὶ ὑμῖν οὖν ταῦτα καλῶς καὶ δικαίως γέγονεν.

「実に諸君は、他の人間たちとは別のどのようなことによってでもなく、諸君の肉における割礼によってこそ、それと分かるのだ。諸君のうち誰一人として、私が思うに、神が将来起こることをあらかじめ知る方でなかった、また今もそうでない、そして各人にふさわしいものをあらかじめ備えられる方でない、とは、あえて言わないであろう。したがって、これらのことは諸君にも、正しく当然のこととして起こったのである」。

Dialogus cum Tryphone Iudaeo 16.4

4

Ἀπεκτείνατε γὰρ τὸν δίκαιον καὶ πρὸ αὐτοῦ τοὺς προφήτας αὐτοῦ· καὶ νῦν τοὺς ἐλπίζοντας ἐπ᾿ αὐτὸν καὶ τὸν πέμψαντα αὐτὸν παντοκράτορα καὶ ποιητὴν τῶν ὅλων θεὸν ἀθετεῖτε καί, ὅσον ἐφ᾿ ὑμῖν. ἀτιμάζετε, καταρώμενοι ἐν ταῖς συναγωγαῖς ὑμῶν τοὺς πιστεύοντας ἐπὶ τὸν Χριστόν. Οὐ γὰρ ἐξουσίαν ἔχετε αὐτόχειρες γενέσθαι ἡμῶν διὰ τοὺς νῦν ἐπικρατοῦντας· ὁσάκις δὲ ἂν ἐδυνήθητε, καὶ τοῦτο ἐπράξατε.

「諸君は正しい方を殺し、その前には彼の預言者たちを殺した。そして今、諸君は、その方に望みを置く者たちと、その方を遣わされた全能者にして万物の造り主なる神とを拒み、諸君にできるかぎり辱め、諸君の会堂の中で、キリストを信じる者たちを呪っている。諸君には、今支配している者たちのゆえに、我々を自らの手で殺す権限はない。だが、できるときにはいつでも、諸君はそれを実行してきたのだ」。

Dialogus cum Tryphone Iudaeo 16.5

5

Διὸ καὶ ἐμβοᾷ ὑμῖν ὁ θεὸς διὰ τοῦ Ἡσαΐου λέγων· Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς κατανοεῖ. Ἀπὸ γὰρ προσώπου τῆς ἀδικίας ἦρται ὁ δίκάιος. Ἔσται ἐν εἰρήνῃ· ἡ ταφὴ αὐτοῦ ᾖρται ἐκ τοῦ μέσου. Ὑμεῖς προσηγάγετε ὥδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ τέκνα πόρνης. Ἐν τίνι ἐνετρυφᾶτε καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα καὶ ἐπὶ τίνι ἐχαλάσατε τὴν γλῶσσαν;

「それゆえ、神はイザヤを通して諸君にこう叫んでおられる、『見よ、正しい者は滅び、誰もそれを心に留めない。不義の面前から、正しい者は取り去られたのだから。彼は平安のうちにあるであろう。彼の墓は人々の間から取り去られた。汝らはここへ引き連れて来た、不法の子らよ、姦淫の子孫、淫らな女の子らよ。汝らは誰によって快楽にふけり、誰に向かって口を開き、誰に向かって舌を放ったのか』」。