ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XCIV 第XCIV章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 5 sectiones

Dialogus cum Tryphone Iudaeo 94.1

1

Εἴπατε γάρ μοι, οὐχὶ θεὸς ἦν ὁ ἐντειλάμενος διὰ Μωσέως μήτε εἰκόνα μήτε ὁμοίωμα μήτε τῶν ἐν οὐρανῷ ἄνω μήτε τῶν ἐπὶ γῆς ὅλως ποιῆσαι, καὶ αὐτὸς ἐν τῇ ἐρήμῳ διὰ τοῦ Μωσέως τὸν χαλκοῦν ὄφιν ἐνήργησε γενέσθαι, καὶ ἐπὶ σημεῖον ἔστησε, δι᾿ οὖ σημείου ἐσώζοντο οἱ ὀφιόδηκτοι, καὶ ἀναίτιός ἐστιν ἀδικίας;

諸君は私に言ってみよ。モーセを通して、天にあるものであれ地にあるものであれ、その像も似姿もいっさい造ってはならないと命じたのは神ではなかったか。それなのに、その同じ神が荒れ野において、モーセを通して青銅の蛇を造らせ、しるしとして立てたではないか。そのしるしによって蛇に噛まれた者たちは救われた。しかも神は不正の咎を負うことがない。

Dialogus cum Tryphone Iudaeo 94.2

2

Μυστήριον γὰρ διὰ τούτου, ὡς προέφην, ἐκήρυσσε, δι᾿ οὖ καταλύειν μὲν τὴν δύναμιν τοῦ ὄφεως, τοῦ καὶ τὴν παράβασιν ὑπὸ τοῦ Ἀδὰμ γενέσθαι ἐργασαμένου, ἐκήρυσσε, σωτηρίαν δὲ τοῖς πιστεύουσιν ἐπὶ τοῦτον τὸν διὰ τοῦ σημείου τούτου, τουτέστι τοῦ σταυροῦ, θανατοῦσθαι μέλλοντα ἀπὸ τῶν δηγμάτων τοῦ ὄφεως, ἅπερ εἰσὶν αἰ κακαὶ πράξεις, εἰδωλολατρεῖαι καὶ ἄλλαι ἀδικίαι.

神はこれによって、先に述べたとおり奥義を告げ知らせていた。それによって、アダムに違反を犯させた蛇の力を滅ぼすことを告げ知らせ、また、蛇の咬み傷――すなわち悪しき行い、偶像礼拝、その他の不正――のゆえに、このしるし、すなわち十字架によって死のうとしておられたこの方を信じる者たちには救いがあることを告げ知らせていた。

Dialogus cum Tryphone Iudaeo 94.3

3

Ἐπεὶ εἰ μὴ τοῦτο νοηθήσεται, δότε μοι λόγον (??)τον χάριν τὸν χαλκοῦν ὄφιν Μωσῆς ἐπὶ σημείου ἔστησε, καὶ προσβλέπειν αὐτὸν τοὺς δακνομένους ἐκέλευσε, καὶ ἐθεραπεύοντο οἱ δακνόμενοι, καὶ ταῦτα αὐτὸς κελεύσας μηδενὸς ὅλως ὁμοίωμα ποιεῖν.

そうでなければ、もしこのように理解されないのなら、諸君は私に理由を示せ――〔何のためにか〕――モーセはなぜ青銅の蛇をしるしとして立て、噛まれた者たちにそれを仰ぎ見るよう命じ、噛まれた者たちが癒やされたのか。しかも、モーセ自身はいかなるものの似姿もいっさい造ってはならないと命じていたというのに。

Dialogus cum Tryphone Iudaeo 94.4

4

Καἰ ὁ ἕτερος τῶν τῇ δευτέρα ἀφιγμένων εἶπεν· Ἀληθῶς εἶπας· οὐκ ἔχομεν λόγον διδόναι· καὶ γὰρ ἐγὼ περὶ τούτου πολλάκις τοὺς διδασκάλους ἠρώτησα, καὶ οὐδείς μοι λόγον ἀπέδωκεν. Ὥστε λέγε σὺ ἃ λέγεις· προσέχομεν γάρ σοι μυστήριον ἀποκαλύπτοντι, δι᾿ ὧν καὶ τὰ τῶν προφητῶν διδάγματα συκοφαντητά ἐστι.

すると、二日目に来ていた者たちのうちのもう一人が言った。「本当のことをおっしゃった。我々には申し開きの言葉がない。実際、私はこのことについて幾度も教師たちに尋ねたが、誰も私に答えを与えてくれなかった。だからお前が言おうとしていることを言うがよい。我々はお前に耳を傾ける、奥義を明らかにしてくれるのだから。それによって預言者たちの教えもまた、中傷されうるものとなっているのだから。」

Dialogus cum Tryphone Iudaeo 94.5

5

Κἀγώ· Ὅνπερ οὖν τρόπον τὸ σημεῖον διὰ τοῦ χαλκοῦ ὄφεως γενέσθαι ὁ θεὸς ἐκέλευσε καὶ ἀναίτιός ἐστιν, οὕτω δὴ καὶ ἐν τῷ νόμῳ κατάρα κεῖται κατὰ τῶν σταυρουμένων ἀνθρώπων· οὐκ ἔτι δὲ καὶ κατὰ τοῦ Χριστοῦ τοῦ θεοῦ κατάρα κεῖται, δι᾿ οὗ σώζει πάντας τοὺς κατάρας ἄξια πράξαντας.

そこで私は言った。神が青銅の蛇によるしるしを起こるように命じ、それでいてご自身は不正の咎を負わないのと同じように、律法においても、十字架にかけられる人間たちに対して呪いが定められている。しかしそれは、もはや神のキリストに対して呪いが定められているのではない。このキリストによって、神は呪いに値することを行ったすべての者を救うのである。