Dialogus cum Tryphone Iudaeo 141.1
Ἵνα δὲ μὴ πρόφασιν ἔχητε λέγειν ὅτι ἔδει τὸν Χριστὸν σταυρωθῆναι, ἢ καὶ ἐν τῷ γένει ὑμῶν εἶναι τοὺς παραβαίνοντας, καὶ οὐκ ἂν ἄλλως ἐδύνατο γενέσθαι, φθάσας διὰ βραχέων εἶπον, ὅτι βουλόμενος τοὺς ἀγγέλους καὶ τοὺς ἀνθρώπους ἕπεσθαι τῇ βουλῇ αὐτοῦ ὁ θεὸς ἐβουλήθη ποιῆσαι τούτους αὐτεξουσίους πρὸς δικαιοπραξίαν. μετὰ λόγου τοῦ ἐπίστασθαι αὐτοὺς ὐφ᾿ οὗ γεγόνασι, καὶ δι᾿ ὅν εἰσι πρότερον οὐκ ὄντες, καὶ μετὰ νόμου τοῦ ὑπ᾿ αὐτου κρίνεσθαι, ἐὰν παρὰ τὸν ὀρθὸν λόγον πράττωσι· καὶ δι᾿ ἑαυτοὺς ἡμεῖς, οἱ ἄνθρωποι καὶ οἱ ἄγγελοι, ἐλεγχθησόμεθα πονηρευσάμενοι, ἐὰν μὴ φθάσαντες μεταθώμεθα.
しかし、諸君が『キリストは十字架にかけられねばならなかった』とか、『諸君の族の中に律法を破る者がいるのも他のようにはなり得なかったからだ』とか言う口実を持たないようにするために、私は先んじて手短に述べておいた。すなわち、天使たちと人間たちが自らの計らいに従うことを欲した神は、これらの者たちを正しい行いに対して自由な選びを持つ者として造ることを欲された、ということである。それは、彼らが誰によって造られたか、また誰によって以前は存在しなかったのに今存在しているのかを知る理性とともに、また、もし正しい理性に反して行うならば、その方によって裁かれるという法とともに、そうされたのである。そして我々、人間と天使たちとは、もし先んじて立ち返らないならば、悪しき行いをなす者として、自分自身のゆえに罪を問われることになるであろう。
Dialogus cum Tryphone Iudaeo 141.2
Εἰ δὲ ὁ λόγος τοῦ θεοῦ προμηνύει πάντως τινὰς καὶ ἀγγέλους καὶ ἀνθρώπους κολασθήσεσθαι μέλλοντας, διότι προεγίνωσκεν αὐτοὺς ἀμεταβλήτως γενησομένους πονηρούς, προεῖπε ταῦτα, ἀλλ᾿ οὐχ, ὅτι αὐτοὺς ὁ θεὸς τοιούτους ἐποίησεν. Ὥστε, ἐὰν μετανοήσωσι, πάντες βουλόμενοι τυχεῖν τοῦ παρὰ τοῦ θεοῦ ἐλέους δύνανται, καὶ μακαρίους αὐτοὺς ὁ λόγος προλέγει εἰπών· Μακάριος, ᾧ οὐ μὴ λογίσηται κύροις ἁμαρτίαν· τοῦτο δέ ἐστιν, ὅς μετανοήσας ἐπὶ τοῖς ἁμαρτήμασι τῶν ἁμαρτημάτων παρὰ τοῦ θεοῦ λάβῃ ἄφεσιν, ἀλλ᾿ οὐχ, ὡς ὑμεῖς ἀπατᾶτε ἑαυτοὺς καὶ ἄλλοι τινὲς ὑμῖν ὅμοιοι κατὰ τοῦτο, οἳ λέγουσιν ὅτι, κἂν ἁμαρτωλοὶ ὦσι, θεὸν δὲ γινώσκουσιν, οὐ μὴ λογίσηται αὐτοῖς κύριος ἁμαρτίαν.
しかし、もし神の言葉が、ある者たち——天使であれ人間であれ——が必ず罰せられることになると予め告げ知らせているとすれば、それは、彼らが変わることなく悪しき者となることを〔神が〕予め知っていたために、これを予め語ったのであって、神が彼らをそのような者に造ったからではない。それゆえ、もし彼らが悔い改めるならば、皆、神からの憐れみにあずかることを望むならば、それを得ることができるのであり、その言葉は彼らを幸いな者と予め告げてこう言っている。『幸いなるかな、主がその罪を数え入れない者は。』これはすなわち、自分の犯した罪について悔い改め、神から罪の赦しを受ける者のことである。しかし、諸君が自分自身を欺き、この点で諸君と同様の他の者たちもまた自分自身を欺いているように、たとえ罪人であっても神を知っているならば主はその罪を数え入れないであろう、というのではない。
Dialogus cum Tryphone Iudaeo 141.3
Μαρτύριον δὲ τούτου τὴν μίαν τοῦ Δαυῒδ διὰ τὴν καύχησιν αὐτοῦ γενομένην παράπτωσιν ἔχομεν, ἥτις τότε ἀφείθη, ὅτε οὕτως ἔκλαυσε καὶ ἐθρήνησεν ὡς γέγραπται. Εἰ δὲ τῷ τοιούτῳ ἄφεσις πρὶν μετανοῆσαι οὐκ ἐδόθη, ἀλλ᾿ ὅτε τοιαῦτα ἔκλαυσε καὶ ἔπραξεν ὁ μέγας οὗτος βασιλεὺς καὶ χριστὸς καὶ προφήτης, πῶς οἱ ἀκάθαρτοι καὶ πάντα ἀπονενοημένοι, ἐὰν μὴ θρηνήσωσι καὶ κόψωνται καὶ μετανοήσωσιν, ἐλπίδα ἔχειν δύνανται ὅτι οὐ μὴ λογίσηται αὐτοῖς κύριος ἁμαρτίαν;
これの証しとして、我々はダビデが、その驕りのゆえに犯した一つの過ち〔の例〕を持っている。それは、書かれているとおり、彼がそのように泣き悲しんだ時に赦されたのである。もし、このような者に対しても、悔い改める前には赦しが与えられず、この偉大な王にして、油そそがれた者にして、預言者たる者が、そのように泣き、そのように振る舞った時にこそ〔赦しが与えられた〕とすれば、汚れた者、何もかも捨ててかかる者どもが、もし悲しみ、胸を打ち、悔い改めることをしないならば、どうして主が彼らの罪を数え入れないであろうという望みを持つことができようか。
Dialogus cum Tryphone Iudaeo 141.4
Καὶ ἡ μία δὲ αὕτη τῆς παραπτώσεως τοῦ Δαυῒδ πρὸς τὴν τοῦ Οὐρίου γυναῖκα πρᾶξις, ὦ ἄνδρες, ἔφην, δείκνυσιν ὅτι οὐχ ὡς πορνεύοντες πολλὰς ἔσχον γυναῖκας οἱ πατριάρχαι, ἀλλ᾿ οἰκονομία τις καὶ μυστήρια πάντα δι᾿ αὐτῶν ἀπετελεῖτο· ἐπεὶ εἰ συνεχωρεῖτο, ἣν βούλεταί τις καὶ ὡς βούλεται καὶ ὅσας βούλεται, λαμβάνειν γυναῖκας, ὁποῖον πράττουσιν οἱ ἀπὸ τοῦ γένους ὑμῶν ἄνθρωποι, κατὰ πᾶσαν γῆν, ἔνθα ἂν ἐπιδημήσωσιν ἢ προσπεμφθῶσιν, ἀγόμενοι ὀνόματι γάμου γυναῖκας, πολὺ μᾶλλον ἂν τῷ Δαυῒδ τοῦτο συνεχωρεῖτο πράξειν.
「そして、ダビデがウリヤの妻に対して犯したこの一つの過ちの出来事は、方々よ」と私は言った、「父祖たちが淫らな行いとして多くの妻を持ったのではなく、むしろある経綸とすべての奥義とが、彼らを通して果たされていたということを示している。なぜなら、もし誰でも欲する女を、欲するように、欲するだけの数、妻として娶ることが許されていたのであれば——諸君の族の人間たちが、あらゆる地において、彼らが移り住んだり遣わされたりした所ではどこでも、結婚の名のもとに女を娶って行っているとおりに——ダビデにこそ、まさにこのことを行うことがはるかに許されていたはずだからである。」
Dialogus cum Tryphone Iudaeo 141.5
Ταῦτα εἰπών, ὦ φίλτατε Μάρκε Πομπήϊε, ἐπαυσάμην.
これを語り終えて、いとも親愛なるマルクス・ポンペイウスよ、私は話を終えた。