ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XXIV 第XXIV章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 24.1

1

Καὶ τοῦτο μὲν οὖν δυνατὸν ἦν ἡμῖν ἐπιδεῖξαι. ὦ ἄνδρες, ἔλεγον, ὅτι ἡ ἡμέρα ἡ ὀγδόη μυστήριόν τι εἶχε κηρυσσόμενον διὰ τούτων ὑπὸ τοῦ θεοῦ μᾶλλον τῆς ἐβδόμης. Ἀλλ᾿ ἵνα τανῦν μὴ ἐπ᾿ ἄλλους ἐκτρέπεσθαι λόγους δοκῶ, σύνετε, βοῶ, ὅτι τὸ αἷμα τῆς περιτομῆς ἐκείνης κατήργηται, καὶ αἵματι σωτηρίῳ πεπιστεύκαμεν· ἄλλη διαθήκη τανῦν, καὶ ἄλλος ἐξῆλθεν ἐκ Σιὼν νόμος.

「そしてこれもまた、我々には示すことができたはずである、方々よ――と私は言った――、八日目という日は、七日目よりもむしろ、神によってこれらのことを通して告げ知らされる何らかの奥義を持っていたのだと。しかし今、私が他の論へと逸れているように見えないために、悟ってほしいと私は呼ばわる。かの割礼の血は廃せられ、我々は救いの血を信じたのだ。今や別の契約があり、シオンから別の法が出た。」

Dialogus cum Tryphone Iudaeo 24.2

2

Ἰησοῦς Χριστὸς πάντας τοὺς βουλομένους περιτέμνει, ὥσπερ ἄνωθεν ἐκηρύσσετο, πετρίναις μαχαίραις, ἵνα γένηται ἔθνος δίκαιον, λαὸς φυλάσσων πίστιν, ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην.

「イエス・キリストは、望むすべての者に割礼を施す。かねてより告げ知らされていたとおり、石の刃をもって。それは、正しい国民、信を守る民、真理を捉え平和を守る民となるためである。」

Dialogus cum Tryphone Iudaeo 24.3

3

Δεῦτε σὺν ἐμοὶ πάντες οἱ φοβούμενοι τὸν θεόν, οἱ θέλοντες τὰ ἀγαθὰ Ἱερουσαλὴμ ἰδεῖν. Δεῦτε, πορευθῶμεν τῷ φωτὶ κυρίου· ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον Ἰακώβ. Δεῦτε πάντα τὰ ἔθνη, συναχθῶμεν εἰς Ἱερουσαλὴμ τὴν μηκέτι πολεμουμένην διὰ τὰς ἀνομίας τῶν λαῶν. Ἐμφανὴς γὰρ ἐγενήθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι, βοᾷ διὰ Ἡσαίου.

「『来たれ、私とともに、すべて神を畏れる者たちよ、エルサレムの善きものを見たいと願う者たちよ。来たれ、我々は主の光の中を歩もう。主はその民、ヤコブの家を解き放たれたのだから。来たれ、すべての諸国民よ、もはや諸民の不法のために戦われることのないエルサレムに集まろう。』『私を求めない者たちに私は現れ、私を尋ねない者たちに私は見出された』と、イザヤを通して呼ばわる。」

Dialogus cum Tryphone Iudaeo 24.4

4

Εἶπα· ἰδού εἰμι, ἔθνεσιν οἳ οὐκ ἐπεκαλέσαντό μου τὸ ὄνομα. Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ὁδῷ οὐ καλῇ, ἀλλὰ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Λαὸς ὁ παροξύνων με ἐναντίον μου.

「『私は言った。見よ、私はここにいる、と、私の名を呼び求めなかった諸国民に対して。私は一日中、手を差し伸べた。不従順で言い逆らう民に対して、良い道を歩まず、自分たちの罪の後を歩む者たちに対して。私に逆らって私を怒らせる民に。』」