Dialogus cum Tryphone Iudaeo 109.1
Ἀλλ᾿ ὅτι τὰ ἔθνη μετανοεῖν ἀπὸ τῆς κακίας, ἐν ᾗ πλανώμενοι ἐπολιτεύοντο, ἀκούσαντα τὸν ὑπὸ τῶν ἀποστόλων αὐτοῦ ἀπὸ Ἱερουσαλὴμ κηρυχθέντα καὶ δι᾿ αὐτῶν μαθόντα λόγον, καὶ λόγους βραχεῖς λέγοντός μου ἀπὸ προφητείας Μιχαίου, ἑνὸς τῶν δώδεκα, ἀνάσχεσθε.
しかし、諸国民が、エルサレムから彼の使徒たちによって宣べ伝えられた言葉を聞き、彼らを通してこれを学んだのち、自分たちが迷いながら送っていた悪しき生き方から悔い改めたことについて――私が十二人の預言者のひとりミカの預言から短い言葉を語るのを、諸君はしばし耐え忍べ。
Dialogus cum Tryphone Iudaeo 109.2
Εἰσὶ δὲ οὗτοι· Καὶ ἔσται ἐπ᾿ ἐσχάτου ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπ᾿ ἄκρου τῶν ὀρέων, ἐπηρμένον αὐτὸ ὑπὲρ τοὺς βουνούς· καὶ ποταμὸν θήσονται ἐπ᾿ αὐτῷ λαοί, καὶ πορεύσονται ἔθνη πολλά, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ φωτιοῦσιν ἡμᾶς τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. Ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως μακράν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ ἄρῃ ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.
それは次のとおりである。「終わりの日には、主の山が現れ、山々の頂に堅く立ち、丘々の上に高く聳えるであろう。そして諸々の民はそこに川をなし、多くの諸国民が進み行き、こう言うであろう。『来たれ、我々は主の山に、ヤコブの神の家に登ろう。そうすれば、彼らは我々にその道を照らし、我々はその小道を歩むであろう。』実に、シオンより律法が出で、主の言葉はエルサレムより出るであろう。そして主は多くの民のあいだを裁き、遠くに及ぶまで力強い諸国民を懲らしめるであろう。そして彼らは剣を打ち直して鋤とし、槍を打ち直して鎌とするであろう。国民は国民に向かって剣を上げず、もはや戦うことを学ばないであろう。」
Dialogus cum Tryphone Iudaeo 109.3
Καὶ καθίσεται ἀνὴρ ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, ὅτι στόμα κυρίου τῶν δυνάμεων ἐλάλησεν· ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἐν ὀνόματι θεῶν αὐτῶν, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συνάξω τὴν ἐκτεθλιμμένην, καὶ τὴν ἐξωσμένην ἀθροίσω καὶ ἣν ἐκάκωσα, καὶ θήσω τὴν ἐκτεθλιμμένην εἰς ὑπόλειμμα καὶ τὴν ἐκπεπιεσμένην εἰς ἔθνος ἰσχυρόν· καὶ βασιλεύσει κύριος ἐπ᾿ αὐτῶν ἐν τῷ ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
「そして人はおのおの自分のぶどうの木の下、自分のいちじくの木の下に座り、脅かす者はいないであろう。万軍の主の口がこれを語られたからである。実にすべての民は、おのおのの神々の名によって歩むが、我々は、我々の主なる神の御名によって、とこしえに歩むのである。そしてその日には、こう起こるであろう。『私は圧迫された者を集め、追いやられた者を寄せ集め、私が苦しめた者をも集める。そして私は、圧迫された者を残りの者とし、押しつぶされた者を力強い国民とするであろう。そして主は、今より、とこしえに至るまで、シオンの山において彼らの上に王として支配されるであろう。』」