Dialogus cum Tryphone Iudaeo 115.1
Ἀλλὰ Ζαχαρίᾳ, ἐν παραβολῇ δεικνύντι τὸ μυστήριον τοῦ Χριστοῦ καὶ ἀποκεκρυμμένως κηρύσσοντι, πιστεῦσαι ὀφείλετε. Ἔστι δὲ τὰ λεγόμενα ταῦτα· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών, ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. Καὶ προστεθήσονται ἔθνη πολλὰ πρὸς κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονταί μοι εἰς λαόν· καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσονται ὅτι κύριος τῶν δυνάμεων ἀπέσταλκέ με πρός σε.
「だが、ゼカリヤが、たとえによってキリストの奥義を示し、隠されたしかたで告げ知らせているとき、諸君は彼を信じねばならない。語られていることはこうである。『喜べ、喜び躍れ、シオンの娘よ。見よ、私は来て、汝の中に住まうからである、と主は言われる。そして、その日には多くの諸国民が主のもとに加わり、私の民となるであろう。そして私は汝の中に住まい、万軍の主が私を汝のもとに遣わされたことを、彼らは知るであろう。』」
Dialogus cum Tryphone Iudaeo 115.2
Καὶ κατακληρονομήσει κύριος τὸν Ἰούδαν καὶ τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν, καὶ ἐκλέξεται ἔτι τὴν Ἱερουσαλήμ. Εὐλαβείσθω πᾶσα σάρξ ἀπὸ προσώπου κυρίου, ὅτι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ. Καὶ ἔδειξέ μοι Ἰησοῦν, τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου· καὶ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. Καὶ εἶπε κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσαι κύριος ἐν σοί, ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Οὐχὶ ἰδοὺ τοῦτο δαλὸς ἐξεσπασμένος ἐκ πυρός;
「『そして主はユダとその分け前とを聖なる地の上に相続として得、なおもエルサレムを選ぶであろう。すべての肉なる者は主の御前を畏れよ。主はその聖なる雲の中から立ち上がられたからである。そして彼は私に、大祭司イエスが主の御使いの前に立っているのを示した。そして悪魔は、彼に敵対するために、彼の右に立っていた。そして主は悪魔に向かって言われた。「エルサレムを選ばれた主が、汝を叱責されるように。見よ、これは火から引き出された燃えさしではないか。」』」
Dialogus cum Tryphone Iudaeo 115.3
Μέλλοντί τε τῷ Τρύφωνι ἀποκρίνεσθαι καὶ ἀντιλέγειν μοι ἔφην· Πρῶτον ἀνάμεινον καὶ ἄκουσον ἃ λέγω. Οὐ γὰρ ἣν ὑπολαμβάνεις ἐξήγησιν ποιεῖσθαι μέλλω, ὡς μὴ γεγενημένου ἱερέως τινὸς Ἰησοῦ ὀνόματι ἐν τῇ Βαβυλωνίᾳ γῇ, ὅπου αἰχμάλωτος ὁ λαὸς ὑμῶν. Ὅπερ εἰ καὶ ἐποίουν, ἀπέδειξα ὅτι ἦν μὲν Ἰησοῦς ἱερεὺς ἐν τῷ γένει ὑμῶν· τοῦτον δὲ αὐτὸν οὐκ ἐν τῇ ἀποκαλύψει αὐτοῦ ἑωράκει ὁ προφήτης, ὥσπερ οὐδὲ τὸν διάβολον καὶ τὸν τοῦ κυρίου ἄγγελον οὐκ αὐτοψίᾳ, ἐν καταστάσει ὤν, ἑωράκει, ἀλλ᾿ ἐν ἐκστάσει, ἀποκαλύψεως αὐτῷ γεγενημένης.
トリュフォンが答え、私に反論しようとしていたので、私は言った。「まず待って、私が言うことを聞いてほしい。私がこれからしようとしている解釈は、お前が思っているようなものではない。すなわち、諸君の民が捕囚となっていたバビロンの地に、イエスという名の祭司が実際にはいなかった、というような解釈ではない。もし私がそのような解釈をしていたとしても、私は、イエスが諸君の族のうちに祭司として実際にいたことを、すでに証明している。だが、この者自身を、預言者は彼の啓示において見たのではない。悪魔と主の御使いとを、彼が正気の状態にあって肉眼で見たのでないのと同じである。そうではなく、脱魂の状態において、彼に啓示が与えられたのである。」
Dialogus cum Tryphone Iudaeo 115.4
Νῦν δὲ λέγω ὅτι, ὅνπερ τρόπον διὰ τοῦ Ἰησοῦ ὀνόματος τῷ Ναυῆ υἱῷ καὶ δυνάμεις καὶ πράξεις τινὰς προκηρυσσούσας τὰ ὑπὸ τοῦ ἡμετέρου κυρίου μέλλοντα γίνεσθαι πεποιηκέναι ἔφη, οὕτω καὶ τὴν ἐπὶ τοῦ ἐν Βαβυλῶνι Ἰησοῦ ἱερέως γενομένου ἐν τῷ λαῷ ὑμῶν ἀποκάλυψιν ἔρχομαι νῦν ἀποδεῖξαι προκήρυξιν εἶναι τῶν ὑπὸ τοῦ ἡμετέρου ἱερέως καὶ θεοῦ καὶ Χριστοῦ, υἱοῦ τοῦ πατρὸς τῶν ὅλων, γίνεσθαι μελλόντων.
「今、私が言っているのはこうである。ちょうど、イエスの名によって、ヌンの子に、我々の主によってこれから起こることを予告するもろもろの力と行いとをなさしめた、と言われているのと同じしかたで、バビロンにいて諸君の民のうちで祭司となったイエスに関する、あの啓示もまた、我々の祭司にして神にしてキリストである方、万物の父の子によってこれから起こることの予告であることを、私は今から証明しようとしているのである。」
Dialogus cum Tryphone Iudaeo 115.5
Ἤδη μέντοι ἐθαύμαζον, ἔφην, διὰ τί καὶ πρὸ μικροῦ ἡσυχίαν ἠγάγετέ ἐμοῦ λέγοντος, ἢ πῶς οὐκ ἐπελάβεσθέ μου εἰπόντος ὅτι ὁ τοῦ Ναυῆ υἱὸς τῶν ἐξελθόντων ἀπ᾿ Αἰγύπτου ὁμηλίκων μόνος εἰσῆλθεν εἰς τὴν ἁγίαν γῆν καὶ οἱ γεγραμμένοι ἀφήλικες τῆς γενεᾶς ἐκείνης. Ὥσπερ γὰρ αἱ μυῖαι ἐπὶ τὰ ἕλκη προστρέχετε καὶ ἐφίπτασθε.
「実を言えば」と私は言った、「私はすでに、少し前に、私が語っていたときに諸君がなぜ黙っていたのか、あるいは、ヌンの子が、エジプトから出た同年輩の者たちのうち、彼だけがあの世代のうちで記された年少者たちと共に聖なる地に入ったと私が述べたときに、なぜ諸君は私の言葉尻を捉えなかったのか、不思議に思っていた。というのも、諸君は、蝿が傷口に群がるように、走り寄っては飛びかかるからである。」
Dialogus cum Tryphone Iudaeo 115.6
Κἂν γὰρ μυρία τις εἴπῃ καλῶς, ἕν δὲ μικρὸν ὁτιοῦν εἴη μὴ εὐάρεστον ὑμῖν ἢ μὴ νοούμενον ἢ μὴ πρὸς τὸ ἀκριβές, τῶν μὲν πολλῶν καλῶν οὐ πεφροντίκατε, τοῦ δὲ μικροῦ ῥηματίου ἐπιλαμβάνεσθε καὶ κατασκευάζειν αὐτὸ ὡς ἀσέβημα καὶ ἀδίκημα σπουδάζετε, ἵνα τῇ αὐτῇ ὁμοίᾳ κρίσει ὑπὸ τοῦ θεοῦ κρινόμενοι πολὺ μᾶλλον ὑπὲρ τῶν μεγάλων τολμημάτων, εἴτε κακῶν πράξεων εἴτε φαύλων ἐξηγήσεων, ἅς παραποιοῦντες ἐξηγεῖσθε, λόγον δώσετε. Ὃ γὰρ κρίμα κρίνετε, δίκαιόν ἐστιν ὑμᾶς κριθῆναι.
「なぜなら、たとえ誰かが幾千ものことをよく語ったとしても、そのうちのごく些細な一つでも諸君の気に入らなかったり、理解されなかったり、厳密でなかったりすれば、諸君は多くの良きことには目もくれず、その些細な一言にとりすがり、それを不敬虔で不正な行いに仕立てようと躍起になるからである。それは、諸君がまさに同じ裁きによって神に裁かれるとき、悪しき行いにせよ、諸君が歪めて解き明かす拙劣な解釈にせよ、より重大な数々の企てについて、なおいっそう釈明をしなければならなくなるためである。というのも、諸君が下すその裁きによって、諸君自身が裁かれるのが正しいからである。」