Dialogus cum Tryphone Iudaeo 59.1
Καὶ ταῦτα εἰπών· Ἀνάσχεσθέ μου, ἔλεγον, καὶ ἀπὸ τῆς βίβλου τῆς Ἐξόδου ἀποδεικνύοντος ὑμῖν, πῶς ὁ αὐτὸς οὗτος καὶ ἄγγελος καὶ θεὸς καὶ κύριος καὶ ἀνὴρ καὶ ἄνθρωπος, Ἀβραὰμ καὶ Ἰακὼβ φανείς, ἐν πυρὶ φλογὸς ἐκ βάτου πέφανται καὶ·ὡμίλησε τῷ Μωσεῖ. Κἀκείνων ἡδέως καὶ ἀκαμάτως καὶ προθύμως ἀκούειν λεγόντων, ἐπέφερον·
こう言ってから、私は言った。「私に我慢して聞いてほしい、私が出エジプト記の書からも諸君に証明するのを。すなわち、アブラハムとヤコブに現れたのと同じこの方が、御使いであり神であり主であり人であり人間でもある方が、いかにして柴の中から燃える火の炎のうちに現れ、モーセと語り合ったかを。」すると彼らが、喜んで、倦むことなく、進んで聞くと言ったので、私は続けて言った。
Dialogus cum Tryphone Iudaeo 59.2
Ταῦτα δέ ἐστιν ἐν τῇ βίβλῳ ἣ ἐπιγράφεται Ἔξοδος. Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων· καὶ τὰ λοιπὰ μέχρι τοῦ· Ἐλθὼν συνάγαγε τὴν γερουσίαν Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Κύριος, ὁ θεὸς τῶν πατέρων ὑμῶν, ὤφθη μοι, ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ, λέγων· Ἐπισκοπῇ ἐπισκέπτομαι ὑμᾶς καὶ ὅσα συμβέβηκεν ὑμὶν ἐν Αἰγύπτῳ.
「これは、出エジプト記と題される書にあることである。『そして、あの多くの日々の後、エジプトの王は死に、イスラエルの子らは労役のゆえに嘆いた』——以下同様に続き、次のところまで。『行って、イスラエルの長老たちを集め、彼らにこう言え。汝らの父祖たちの神である主、アブラハムの神、イサクの神、ヤコブの神が私に現れて、こう言われた。私は汝らを顧み訪れる、汝らにエジプトで起こったすべてのことをも。』」
Dialogus cum Tryphone Iudaeo 59.3
Καὶ ἐπὶ τούτοις ἐπέφερον· Ὦ ἄνδρες, νενοήκατε, λέγων, ὅτι ὃν λέγει Μωσῆς ἄγγελον ἐν πυρὶ φλογὸς λελαληκέναι αὐτῷ οὗτος αὐτός, θεὸς ὤν, σημαίνει τῷ Μωσεῖ ὅτι αὐτός ἐστιν ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ:
そして、これに続けて私は言った。「諸君よ、諸君は理解したか。モーセが、火の炎の中で自分に語りかけたと言っている御使いは、まさにこの方自身であり、神でありながら、自らがアブラハムとイサクとヤコブの神であることをモーセに示しているのだ、ということを。」