ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXX 第CXX章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 120.1

1

Ὁρᾶτε μέντοι ὡς καὶ τῷ Ἰσαὰκ τὰ αὐτὰ καὶ τῷ Ἰακὼβ ὑπισχνεῖται. Οὕτω γὰρ λέγει τῷ Ἰσαάκ· Καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς· τῷ δὲ Ἰακώβ· Καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. Οὐκέτι τοῦτο τῷ Ἠσαῦ οὐδὲ τῷ Ῥουβὶμ λέγει οὐδὲ ἄλλῳ τινί, ἀλλ᾿ ἐκείνοις ἐξ ὧν ἔμελλεν ἔσεσθαι κατὰ τὴν οἰκονομίαν τὴν διὰ τῆς παρθένου Μαρίας ὁ Χριστός.

「しかし、見よ、神はイサクにも、ヤコブにも、同じことを約束されている。イサクにはこう言われるからである。『そして汝の子孫において、地のすべての諸国民は祝福されるであろう。』またヤコブには、『そして汝において、地のすべての部族は、また汝の子孫において祝福されるであろう。』とある。神はもはや、これをエサウにも、ルベンにも、そのほかの誰にも言われず、そこから、処女マリアを通しての経綸によってキリストが生まれることになる者たちに対して言われたのである。」

Dialogus cum Tryphone Iudaeo 120.2

2

Εἴγε δὲ καὶ τὴν εὐλογίαν Ἰούδα καταμάθοις, ἴδοις ἄν ὃ λέγω. Μερίζεται γὰρ τὸ σπέρμα ἐξ Ἰακώβ, καὶ διὰ Ἰούδα καὶ Φαρὲς καὶ Ἰεσσαὶ καὶ Δαυῒδ κατέρχεται. Ταῦτα δ᾿ ἦν σύμβολα ὅτι τινὲς τοῦ γένους ὑμῶν εὑρεθήσονται τέκνα Ἀβραάμ, καὶ ἐν μερίδι τοῦ Χριστοῦ εὑρισκόμενοι, ἄλλοι δὲ τέκνα μὲν τοῦ Ἀβραάμ., ὡς ἡ ἄμμος δὲ ἡ ἐπὶ τὸ χεῖλος τῆς θαλάσσης ὄντες, ἥτις ἄγονός τε καὶ ἄκαρπος, πολλὴ μὲν καὶ ἀναρίθμητος ὑπάρχουσα, οὐδὲν δὲ ὅλως καρπογονοῦσα, ἀλλὰ μόνον τὸ ὕδωρ τῆς θαλάσσης πίνουσα· ὅπερ καὶ τὸ ἐν τῷ γένει ὑμῶν πολὺ πλῆθος ἐλέγχεται, πικρίας μὲν διδάγματα καὶ ἀθεότητος συμπίνοντες, τὸν δὲ τοῦ θεοῦ λόγον ἀποπτύοντες.

「もしお前が、ユダへの祝福をよく調べるならば、私が言っていることが分かるであろう。子孫はヤコブから分かれ、ユダを通り、ペレツ、エッサイ、ダビデを経て下って行くのである。これらは、諸君の族のうちのある者たちがアブラハムの子らであることが分かり、キリストの分け前のうちに見いだされるであろうことのしるしであった。だが他の者たちは、アブラハムの子ではあっても、海辺の砂のような者たちであり、それは子を生むことなく実を結ばず、豊かで数えきれぬほどでありながら、まったく実を生み出すことなく、ただ海の水を飲むだけである。それこそ、諸君の族のうちの多くの群れが露わにされている姿である。彼らは苦味と無神論の教えを共に飲みながら、神の言葉を吐き出しているのである。」

Dialogus cum Tryphone Iudaeo 120.3

3

Φησὶ γοῦν καὶ ἐν τῷ Ἰούδᾳ Οὑκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἄν ἔλθῃ ᾧ ἀποκεῖται καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν. Καὶ τοῦτο ὅτι οὐκ εἰς Ἰούδαν ἐρρέθη ἀλλ᾿ εἰς τὸν Χριστόν, φαίνεται· καὶ γὰρ Ἰούδαν πάντες οἱ ἀπὸ τῶν ἐθνῶν πάντων οὐ προσδοκῶμεν, ἀλλὰ Ἰησοῦν, τὸν καὶ τοὺς πατέρας ὑμῶν ἐξ Αἰγύπτου ἐξαγαγόντα. Μέχρι γὰρ τῆς παρουσίας τοῦ Χριστοῦ ἡ προφητεία προεκήρυσσεν· Ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.

「実に、ユダについてもこう言われている。『ユダから支配者が絶えることなく、その腿から指導者も絶えることはない。それに定められている方が来られるまでは。そして彼は諸国民の待望となるであろう。』そして、これがユダに対してではなく、キリストに対して言われたことは、明らかである。というのも、我々すべての諸国民の出身の者たちは、ユダを待望しているのではなく、諸君の父祖たちをエジプトから導き出したあのイエスを待望しているからである。実に、キリストの来臨に至るまで、あの預言は前もって告げていたのである。『それに定められている方が来られるまでは。そして彼は諸国民の待望となるであろう。』」

Dialogus cum Tryphone Iudaeo 120.4

4

Ἐλήλυθε τοιγαροῦν, ὡς καὶ ἐν πολλοῖς ἀπεδείξαμεν, καὶ προσδοκᾶται πάλιν παρέσεσθαι ἐπάνω τῶν νεφελῶν Ἰησοῦς, οὗ τὸ ὄνομα βεβηλοῦτε ὑμεῖς καὶ βεβηλοῦσθαι ἐν πάσῃ τῇ γῇ ἐξεργάζεσθε. Δυνατὸν δὲ ἦν μοι, ἔφην, ὦ ἄνδρες, μάχεσθαι πρὸς ὑμᾶς περὶ τῆς λέξεως, ἣν ὑμεῖς ἐξηγεῖσθε λέγοντες εἰρῆσθαι· Ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· ἐπειδὴ οὐχ οὕτως ἐξηγήσαντο οἱ ἑβδομήκοντα, ἀλλ᾿· Ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται.

「それゆえ、我々がすでに多くのことにおいて証明したとおり、イエスはすでに来られたのであり、また、もろもろの雲の上に再び来られると待ち望まれている。諸君はその名を汚し、全地においてそれが汚されるように仕向けている。」私は言った。「人々よ、私には、諸君が『それに定められたものどもが来るまで』と言って解釈している、あの語句をめぐって、諸君と争うこともできたはずである。というのも、七十人訳はそのようには解釈しておらず、『それに定められている方が来られるまで』と解釈しているからである。」

Dialogus cum Tryphone Iudaeo 120.5

5

Ἐπειδὴ δὲ τὰ ἀκόλουθα μηνύει ὅτι περὶ Χριστοῦ εἴρηται, οὕτω γὰρ ἔχουσι· Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν, οὐ περὶ τοῦ λεξειδίου συζητῆσαι ὑμῖν ἔρχομαι, ὅνπερ τρόπον οὐδὲ ἀπὸ τῶν μή ὁμολογουμένων ὑφ᾿ ὑμῶν γραφῶν, ὧν καὶ ἀνιστόρησα, ἀπὸ λόγων Ἱερεμίου τοῦ προφήτου καὶ Ἔσδρα καὶ Δαυΐδ, τὴν ἀπόδειξιν τήν περὶ τοῦ Χριστοῦ ποιήσασθαι ἐσπούδασα, ἀλλ᾿ ἀπὸ τῶν ὁμολογουμένων μέχρι νῦν ὑφ᾿ ὑμῶν· ἃ εἰ ἐνενοήκεισαν οἱ διδάσκαλοι ὑμῶν, εὖ ἴστε ὅτι ἀφανῆ ἐπεποιήκεισαν, ὡς καὶ τὰ περὶ τὸν θάνατον Ἡσαίου, ὃν πρίονι ξυλίνῳ ἐπρίσατε, μυστήριον καὶ αὐτὸ τοῦ Χριστοῦ, τοῦ τέμνειν ὑμῶν τὸ γένος διχῆ μέλλοντος, καὶ τοὺς μὲν ἀξίους σὺν τοῖς ἁγίοις πατριάρχαις καὶ προφήταις τῆς αἰωνίου βασιλείας καταξιοῦν μέλλοντος, τοὺς δὲ ἐπὶ τὴν καταδίκην τοῦ ἀσβέστου πυρὸς σὺν τοῖς ὁμοίοις ἀπειθέσι καὶ ἀμεταθέτοις ἀπὸ πάντων τῶν ἐθνῶν πέμψειν ἤδη φήσαντος.

「だが、それに続く言葉が、これがキリストについて語られたものであることを示しているので——実にこう続くからである、『そして彼は諸国民の待望となるであろう』——私は、諸君とその細かな語句について論争しに来ているのではない。ちょうど、私が言及した、諸君が認めていない聖書、すなわち預言者エレミヤやエズラやダビデの言葉から、キリストについての証明をしようと努めたのではなく、今に至るまで諸君が認めている聖書から証明しようとしたのと同じである。もし諸君の教師たちがこれらのことを理解していたならば、それを見えなくしてしまっていたであろうことを、よく知っておくがよい。ちょうど、諸君が木の鋸で挽き切ったイザヤの死についての箇所についても同様であって、それもまたキリストの奥義であった。すなわち、諸君の族をやがて二つに切り分け、そのうちふさわしい者たちを、聖なる族長たちや預言者たちと共に永遠の王国にふさわしい者とし、他方の者たちを、あらゆる諸国民のうちの同じように不従順で頑なな者たちと共に、消えることのない火の断罪へと送ることを、すでに告げていたのである。」

Dialogus cum Tryphone Iudaeo 120.6

6

Ἥξουσι γάρ, εἶπεν, ἀπὸ δυσμῶν καὶ ἀνατολῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον. Καὶ ταῦτα, εἶπον, ὅτι οὐδὲν οὐδενὸς φροντίζω ἢ τοῦ τἀληθὲς λέγειν, λέγοιμι, οὐδένα δυσωπήσεσθαι μέλλων, κἂν δέῃ παραυτίκα ὑφ᾿ ὑμῶν μελισθῆναι. Οὐδὲ γὰρ ἀπὸ τοῦ γένους τοῦ ἐμοῦ, λέγω δὲ τῶν Σαμαρέων, τινὸς φροντίδα ποιούμενος, ἐγγράφως Καίσαρι προσομιλῶν, εἶπον πλανᾶσθαι αὐτοὺς πειθομένους τῷ ἐν τῷ γένει αὐτῶν μάγῳ Σίμωνι, ὃν θεὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως εἶναι λέγουσι.

「『彼らは西と東から来て、天の王国において、アブラハムとイサクとヤコブと共に横たわるであろう。しかし王国の子らは、外の暗闇へと投げ出されるであろう』と、この方は言われたのである。」そして私は言った。「これらのことを私が語っているのは、真理を語ること以外の何ものをも顧みていないからであって、たとえ諸君によってその場で八つ裂きにされることになろうとも、誰にも臆することなく語っているのである。実に、私自身の族、すなわちサマリア人たちの誰にも配慮を払うことなく、書面をもって皇帝に語りかけたとき、私は彼らが、その族のうちの魔術師シモン——彼らは彼を、あらゆる権勢と権威と力の上にある神であると言っている——に従うことで惑わされている、と述べたのである。」