ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LVII 第LVII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 57.1

1

Καὶ ὁ Τρύφων σιγήσαντός μου εἶπεν· Ὅτι μὲν ἡ φραφὴ τοῦτο ἀναγκάζει ὁμολογεῖν ἡμᾶς, φαίνεται, ὅτι δὲ ἀπορῆσαι ἄξιόν ἐστι περὶ τοῦ λεγομένου, ὅτι ἔφαγε τὰ ὑπὸ τοῦ Ἀβραὰμ κατασκευασθέντα καὶ παρατεθέντα, καὶ σὺ ἂν ὁμολογήσειας.

私が黙ると、トリュフォンが言った。「聖書がこれを我々に認めるよう強いていることは明らかだが、アブラハムによって用意され供された物を食べたと言われていることについては、疑うに値することがあると、お前も認めるだろう。」

Dialogus cum Tryphone Iudaeo 57.2

2

Κἀγὼ ἀπεκρινάμην· Ὅτι μὲν βεβρώκασι, γέγραπται· εἰ δὲ τοὺς τρεῖς ἀκούσαιμεν λελέχθαι βεβρωκέναι, καὶ μὴ τοὺς δύο μόνους, οἵτινες ἄγγελοι τῷ ὄντι ἦσαν καὶ ἐν τοῖς οὐρανοῖς, δῆλόν ἐστιν ἡμῖν, τρεφόμενοι, κἂν μὴ ὁμοίαν τροφὴν ᾗπερ οἱ ἄνθρωποι χρώμεθα τρέφονται (περὶ γὰρ τῆς τροφῆς τοῦ μάννα, ἣν ἐτράφησαν οἱ πατέρες ὑμῶν ἐν τῇ ἐρήμῳ, ἡ γραφὴ οὕτω λέγει, ὅτι ἄρτον ἀγγέλων ἔφαγον ), εἴποιμ᾿ ἂν ὅτι ὁ λόγος, ὁ λέγων βεβρωκέναι, οὕτως ἂν λέγοι ὡς ἂν καὶ αὐτοὶ εἴποιμεν ἐπὶ πυρὸς ὅτι πάντα κατέφαγεν, ἀλλὰ μὴ πάντως τοῦτο ἐξακούειν ὅτι ὀδοῦσι καὶ γνάθοις μασώμενοι βεβρώκασιν. Ὥστε οὐδὲ ἐνταῦθα ἀπορήσαιμεν ἂν περὶ οὐδενός, εἰ τροπολογίας ἔμπειροι κἂν μικρὸν ὑπάρχωμεν.

私は答えた。「彼らが食べたということは、書かれている。だが、もし三人が食べたと語られているのを我々が聞くのであって、二人だけではないとするならば——その二人は実際に使いであり、天において養われている者たちであることは我々に明らかであるが、たとえ我々人間が用いるのと同じ食物によって養われているのでないにせよ(というのも、諸君の父祖たちが荒れ野で養われたマンナという食物について、聖書はこう言っている、彼らは使いのパンを食べたと)——私はこう言おう、聖書の言葉が食べたと語るとき、それは、我々自身が火について、すべてを食い尽くしたと言うのと同じように語っているのであって、必ずしも歯と顎で噛んで食べたのだと理解すべきではない、と。したがって、我々がわずかでも比喩的な解釈に通じているならば、ここでも何も困ることはないだろう。」

Dialogus cum Tryphone Iudaeo 57.3

3

Καὶ ὁ Τρύφων· Δυνατὸν καὶ ταῦτα οὕτω θεραπευθῆναι περὶ τρόπου βρώσεως, παρ᾿ ὃν ἀναλώσαντας τὰ παρασκευασθέντα ὑπὸ τοῦ Ἀβραὰμ βεβρωκέναι γεγραμμένον ἐστίν. Ὥστε ἔρχου ἤδη ἀποδώσων ἡμῖν τὸν λόγον, πῶς οὗτος ὁ τῷ Ἀβραὰμ ὀφθεὶς θεὸς, καὶ ὑπηρέτης ὢν τοῦ ποιητοῦ τῶν ὅλων θεοῦ, διὰ τῆς παρθένου γεννηθείς, ἄνθρωπος ὁμοιοπαθὴς πᾶσιν, ὡς προέφης, γέγονεν.

トリュフォンは言った。「食べ方についても、それがこのように解決できるのはあり得ることだ——アブラハムによって用意された物を、それを消費し尽くして食べたと書かれているその仕方について。それゆえ、もう先に進んで、この、アブラハムに現れた神が、万物の造り主なる神の僕でありながら、いかにして処女によって生まれ、お前が先に述べたように、すべての人と同じ苦しみを受けうる人間となったのか、その説明を我々に返してくれ。」

Dialogus cum Tryphone Iudaeo 57.4

4

Κἀγώ· Συγχώρει, ὦ Τρύφων, πρότερον, εἶπον, καὶ ἄλλας τινὰς ἀποδείξεις τῷ κεφαλαίῳ τούτῳ συναγαγεῖν διὰ πολλῶν, ἵνα καὶ ὑμεῖς πεπεισμένοι καὶ περὶ τούτου ἦτε, καὶ μετὰ τοῦτο ὃν ἀπαιτεῖς λόγον ἀποδώσω. Κἀκεῖνος· Ὡς σοὶ δοκεῖ, ἔφη, πρᾶττε· καὶ ἐμοὶ γὰρ πάνυ ποθητὸν πρᾶγμα πράξεις.

私は言った。「トリュフォンよ、まず、この主題についてさらにいくつかの証明を、多くのことを通して集めることを許してほしい。それは、諸君もこのことについて説得されるためであり、そのうえで、お前が求めている説明を返そう。」するとかれは言った。「お前の思うとおりにせよ。それは私にとってもまことに望ましいことをすることになるのだから。」