ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LXXIV 第LXXIV章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 74.1

1

Καὶ ὁ Τρύφων ἔφη· Ὅτι δι᾿ ἡμᾶς ἀξιώσαντας ἀνιστόρησας αὐτάς, ἐπιστάμεθα. Περὶ δὲ τοῦ ψαλμου τούτου. ὃν τελευταῖον ἔφης ἀπὸ τῶν Δαυΐδ λόγων. οὐ δοκει μοι εἰς ἄλλον τινὰ εἰρῆσθαι ἀλλ᾿ εἰς τὸν πατέρα, τὸν καὶ τοὺς οὐρανοὺς καὶ τὴν γῆν ποιήσαντα· σὺ δ᾿ αὐτὸν φῂς εἰς τὸν παθητὸν τοῦτον. ὅν καὶ Χριστὸν εἶναι σπουδάζεις ἀποδεικνύναι. εἰρῆσθαι.

するとトリュフォンが言った。「お前が我々の求めに応じて、それらを示してくれたことは分かっている。しかし、お前が最後にダビデの言葉から挙げたこの詩篇については、私には、他の誰かについてではなく、天と地とを造られた父について語られたものだと思われる。ところがお前は、それが、お前がキリストであると証明しようと熱心になっているあの受苦する方について語られたのだと言う。」

Dialogus cum Tryphone Iudaeo 74.2

2

Καὶ ἀπεκρινάμην· Διὰ λέξεως. ἢν τὸ ἄγιον πνεῦμα ἐν τούτῳ τῷ ψαλμῷ ἀνεφθέγξατο. νοήσατε λέγοντος μου. παρακαλῶ, καὶ γνώσεσθε οὔτε κακῶς με λέγειν οὐθ᾿ ὑμᾶς ὄντως κεκηλῆσθαι· οὕτως γὰρ ἄν καὶ πολλὰ ἄλλα νοῆσαι τῶν ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρημένων καθ᾿ ἑαυτοὺς γενόμενοι δυνήσεσθε. Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν. ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. Ἄισατε τῷ κυρίῳ καὶ εὐλογήσατε τὸ ὄνομα αὐτοῦ· εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.

私は答えた。「この詩篇のうちで聖なる霊が語られた語句によって、どうか、私が語ることを理解してほしい。そうすれば、私が誤ったことを言っているのでもなく、諸君が実際に呪縛されているのでもないと分かるであろう。そのようにしてこそ、諸君は自らのうちで、聖なる霊によって語られた他の多くのことをも理解できるようになるであろう。『主に新しい歌を歌え。全地よ、主に歌え。主に歌い、その名をほめよ。日ごとにその救いを告げ知らせよ、すべての民のうちにその驚くべき業を告げよ。』」

Dialogus cum Tryphone Iudaeo 74.3

3

Ὡς τῷ θεῷ καὶ πατρὶ τῶν ὅλων ᾄδοντας καὶ ψάλλοντας τοὺς ἀπὸ πάσης τῆς γῆς γνόντας τὸ σωτήριον τοῦτο μυστήριον, τουτέστι τὸ πάθος τοῦ Χριστοῦ, δι᾿ οὗ τούτους ἔσωσεν, ἐνδιάγοντας κελεύει, ἐπιγνόντας ὅτι καὶ αἰνετὸς καὶ φοβερὸς καὶ ποιητὴς τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς ὁ τοῦτο τὸ σωτήριον ὑπὲρ τοῦ ἀνθρωπείου γένους ποιήσας, τὸν καὶ μετὰ τὸ σταυρωθῆναι ἀποθνήσκοντα καὶ βασιλεύειν πάσης τῆς γῆς κατηξιωμένον ὑπ᾿αὐτοῦ, ὡς καὶ διὰ......

地のあらゆるところから来て、この救いの奥義——すなわち、それによって彼がこれらの者たちを救われたキリストの受苦——を知った者たちが、万物の神また父に向かって歌い、賛美しながら生きるよう、この方は命じておられる。人間の族のためにこの救いを成し遂げられた方が、ほむべく、また畏るべき方であり、天と地との造り主であることを認め、また、十字架につけられて死なれた後、神によって全地を治めるに値する者とされた、まさにその方であることを認めて——それもまた……を通して……

Dialogus cum Tryphone Iudaeo 74.4

4

τῆς γῆς, εἰς ἣν οὗτος εἰσπορεύεται εἰς αὐτήν, καὶ ἐγκαταλείψουσί με, καὶ διασκεδάσουσι τὴν διαθήκην μου, ἣν διεθέμην αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν· καὶ ἔσται κατάβρωμα, καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις. Καὶ ἐρεῖ τῇ ἡμέρᾳ ἐκείνῃ· Διότι οὐκ ἔστι κύριος ὁ θεὸς μου ἐν ἡμῖν, εὕροσάν με τὰ κακὰ ταῦτα. Ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν τῇ ἡμέρᾳ ἐκείνῃ, διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν, ὅτι ἐπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους.

「……の地、彼がそこに入って行くその地で、彼らは私を見捨て、その日に私が彼らと結んだ契約を破るであろう。そして私は彼らを見捨て、私の顔を彼らから背けるであろう。そして彼は食い物とされ、多くの災いと苦難とに遭うであろう。その日、彼は言うであろう。『私の神、主が私のうちにおられないから、これらの災いが私に降りかかったのだ』と。しかし私は、その日、彼らが行ったすべての悪のゆえに、他の神々に立ち返ったがゆえに、私の顔を彼らから確かに背けるであろう。」