Dialogus cum Tryphone Iudaeo 79.1
Καὶ ὁ Τρύφων, ὑπαγανακτῶν μέν, αἰδούμενος δὲ τὰς γραφάς, ὡς ἐδηλοῦτο ἀπὸ τοῦ προσώπου αὐτοῦ, εἶπε πρός με· Τὰ μὲν τοῦ θεοῦ ἅγιά ἐστιν, αἱ δὲ ὑμέτεραι ἐξηγήσεις τετεχνασμέναι εἰσίν, ὡς φαίνεται καὶ ἐκ τῶν ἐξηγημένων ὑπὸ σοῦ, μᾶλλον δὲ καὶ βλάσφημοι· ἀγγέλους γὰρ πονηρευσαμένους καὶ ἀποστάντας τοῦ θεοῦ λέγεις.
そしてトリュフォンは、いくらか憤りながらも、その顔つきに表れていたとおり聖書を憚りながら、私に向かって言った。「神のものは聖なるものであるが、諸君の解釈は技巧を弄したものであり、お前が解釈したところからも明らかなように、むしろ冒瀆でさえある。お前は、悪をなして神から離反した天使たちがいる、と言うのだから。」
Dialogus cum Tryphone Iudaeo 79.2
Κἀγὼ ἐνδοτικώτερον τῇ φωνῇ, παρασκευάσαι αὐτὸν βουλόμενος πρὸς τὸ ἀκούειν μου, ἀπεκρινάμην λέγων· Ἄγαμαί σου, ἄνθρωπε, τὸ εὐλαβὲς τοῦτο, καὶ εὔχομαι τὴν αὐτὴν διάθεσίν σε ἔχειν καὶ περὶ ὃν διακονεῖν γεγραμμένοι εἰσὶν οἱ ἄγγελοι, ὡς Δανιήλ φησιν, ὅτι ὡς υἱὸς ἀνθρώπου πρὸς τὸν παλαιὸν τῶν ἡμερῶν προσάγεται, καὶ αὐτῷ δίδοται πᾶσα βασιλεία εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἵνα δὲ γνωρίζῃς, εἶπον, ὦ ἄνθρωπε, μὴ ἡμετέρᾳ τόλμῃ χρησαμένους τὴν ἐξήγησιν ταύτην, ἣν μέμφῃ, πεποιῆσθαι ἡμᾶς, μαρτυρίαν σοι ἀπ᾿ αὐτοῦ τοῦ Ἡσαΐου δώσω, ὅτι πονηροὺς ἀγγέλους κατῳκηκέναι καὶ κατοικεῖν λέγει καὶ ἐν Τάνει, τῇ Αἰγυπτίᾳ χώρᾳ.
そこで私は、彼が私の話を聞き入れる態勢を取るようにと思い、より穏やかな声で答えて言った。「人よ、私はお前のその慎み深さに感嘆する。そして、天使たちがそのために仕えると書かれている方――ダニエルが語るように、人の子のような方が日の老いたる方のもとに進み出て、彼にすべての支配が世々限りなく与えられる、と言われるその方――に対しても、お前が同じ態度を持つように祈る。人よ、この解釈が、お前が咎めるように、我々の側の大胆さによってなされたものではないとお前に知らせるために、私はイザヤその人から証を与えよう。イザヤは、悪しき天使たちがエジプトの地タニスに住んでいたし、今も住んでいる、と語っているのである。」
Dialogus cum Tryphone Iudaeo 79.3
Εἰσὶ δὲ οἱ λόγοι οὗτοι· Οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει κύριος· Ἐποιήσατε βουλὴν οὐ δι᾿ ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ᾿ ἁμαρτίαις· οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἠρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι σκέπην Αἰγυπτίων. Ἔσται γὰρ ὑμῖν ή σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ᾿ Αἰγυπτίους ὄνειδος, ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί. Μάτην κοπιάσουσι πρὸς λαόν, ὃς οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλ᾿ εἰς αἰσχύνην καὶ ὄνειδος.
その言葉とはこうである。『災いだ、背く子らよ、と主は言われる。汝らは、私によらない計りごとを行い、私の霊によらない契約を結び、罪の上に罪を加えた。汝らはエジプトへ下って行きながら、私に問うことなく、ファラオに助けられ、エジプト人の庇護に覆われようとした。ファラオの庇護は汝らにとって恥となり、エジプト人を頼みとする者たちには辱めとなるであろう。タニスには悪しき天使たちの首領たちがいるからである。彼らは空しく労するであろう、この民は彼らに助けとなる益をもたらさず、恥と辱めとなるだけだからである。』
Dialogus cum Tryphone Iudaeo 79.4
Ἀλλὰ καὶ Ζαχαρίας φησίν, ὡς καὶ αὐτὸς ἐμνημόνευσας, ὅτι ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν Ἰησοῦ τοῦ ἱερέως, ἀντικεῖσθαι αὐτῷ, καὶ εἰπεῖν κύριον· Ἐπιτιμήσαι σοι κύριος, ὁ ἐκλεξάμενος Ἱερουσαλήμ. Καὶ πάλιν ἐν τῷ Ἰὼβ γέγραπται, ὡς καὶ αὐτὸς ἔφης, ὅτι οἱ ἄγγελοι ἦλθον στῆναι ἔμπροσθεν κυρίου, καὶ ὁ διάβολος ἅμα αὐτοῖς ἐληλύθει. Καὶ ὑπὸ Μωσέως ἐν ἀρχῇ τῆς Γενέσεως ὄφιν πλανήσαντα τὴν Εὔαν γεγραμμένον ἔχομεν καὶ κεκατηραμένον. Καὶ ἐν Αἰγύπτῳ ὅτι μάγοι ἐπείρησαν ἐξισοῦσθαι τῇ δυνάμει τῇ ἐνεργουμένῃ διὰ τοῦ πιστοῦ θεράποντος Μωσέως ὑπὸ τοῦ θεοῦ, ἔγνωμεν. Καὶ Δαυῒδ ὅτι Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνιά εἰσιν εἶπεν, ἐπίστασθε.
しかしまた、お前自身も言及したように、ゼカリヤも、悪魔が祭司ヨシュアの右に立って彼に敵対していたこと、そして主が『主がお前を叱責されるように、エルサレムを選ばれた方が』と言われたことを語っている。そしてまた、お前自身も述べたように、ヨブ記には、天使たちが主の前に立ちに来て、悪魔も彼らと共に来ていた、と書かれている。そして我々は、モーセによって創世記の初めに、蛇がエバを惑わし、呪われたことが書かれているのを持っている。そしてエジプトでは、魔術師たちが、神によって忠実な僕モーセを通して働かれた力に自らを対等にしようと試みたことを、我々は知っている。そしてダビデが『諸国民の神々は悪霊である』と言ったことを、諸君は知っている。