Dialogus cum Tryphone Iudaeo 86.1
Καὶ ταῦτα εἰπὼν προσέθηκα· Ὅτι δέ. μετὰ τὸ σταυρωθῆναι τοῦτον ὃν ἔνδοξον πάλιν παραγενήσεσθαι ἀποδεικνύουσιν αἱ γραφαί, σύμβολον εἶχε τοῦ ξύλου τῆς ζωῆς, ὃ ἐν τῷ παραδείσῳ πεφυτεῦσθαι ἐλέλεκτο, καὶ τῶν γενησομένων πᾶσι τοῖς δικαίοις. ἀκούσατε. Μωσῆς μετὰ ῥάβδου ἐπὶ τὴν τοῦ λαοῦ ἀπολύτρωσιν ἐπέμφθη, καὶ ταύτην ἔχων μετὰ χεῖρας ἐν ἀρχῇ τοῦ λαοῦ διέτεμε τὴν θάλασσαν, διὰ ταύτης ἀπὸ τῆς πέτρας ὕδωρ ἀναβλύσαν ἑώρα· καὶ ξύλον βαλὼν εἰς τὸ ἐν Μερρᾷ ὕδωρ, πικρὸν ὅν, γλυκὺ ἐποίησε.
そして私はこれらのことを語ったのち、こう付け加えた。「この方――十字架につけられたのち、栄光のうちに再び来られると聖書が示している方――が、楽園に植えられていたと言われている命の木のしるしと、すべての正しい者たちに起こるべきことのしるしとを持っておられたことについて、聞くがよい。モーセは杖を持って民の贖いのために遣わされ、これを手に携えて、民の先頭で海を分け、これによって岩から湧き出る水を見た。また、木をメラの水――苦かったもの――に投げ入れて、それを甘くした。」
Dialogus cum Tryphone Iudaeo 86.2
Ῥάβδους βαλὼν Ἰακὼβ εἰς τὰς ληνοὺς τῶν ὑδάτων ἐγκισσῆσαι τὰ πρόβατα τοῦ μητραδέλφου, ἵνα τὰ γεννώμενα ἐξ αὐτῶν κτήσηται, ἐπέτυχεν· ἐν ῥάβδῳ αὐτοῦ διεληλυθέναι τὸν ποταμὸν ὁ αὐτὸς Ἰακὼβ καυχᾶται. Κλίμακα ἔφη ἑωρᾶσθαι αὐτῷ, καὶ τὸν θεὸν ἐπ᾿ αὐτῆς ἐστηρίχθαι ἡ γραφὴ δεδήλωκε· καὶ ὅτι οὐχ ὁ πατὴρ ἦν, ἀπὸ τῶν γραφῶν ἀπεδείξαμεν. Καὶ ἐπὶ λίθου καταχέας ἔλαιον ἐν τῷ αὐτῷ τόπῳ Ἰακὼβ στήλην τῷ ὀφθέντι αὐτῷ θεῷ ἀληλιφέναι ὑπ᾿ αὐτοῦ τοῦ ὀφθέντος αὐτῷ θεοῦ μαρτυρεῖται.
ヤコブは、杖を水の水槽に投げ入れて、母方のおじの羊たちを孕ませ、それらから生まれるものを自分のものとすることに成功した。ヤコブ自身は、自分の杖によって川を渡ったことを誇っている。彼は、梯子が自分に見えたこと、そして神がその上に立たれていたことを語り、聖書がそれを明らかにしている。それが父ではなかったことは、我々が聖書から示したとおりである。また、ヤコブは、石の上に油を注ぎ、同じ場所に、自分に現れた神のために柱を立てたが、彼に現れたその神ご自身によって、彼が油を注いだことが証しされている。
Dialogus cum Tryphone Iudaeo 86.3
Καὶ ὅτι λίθος Χριστὸς διὰ πολλῶν γραφῶν συμβολικῶς ἐκηρύσσετο, ὁμοίως ἀπεδείξαμεν· καὶ ὅτι τὸ χρῖσμα πᾶν, εἴτε ἐλαίου εἴτε στακτῆς εἴτε τῶν ἄλλων τῶν τῆς συνθέσεως τοῦ μύρου χρισμάτων, τούτου ἦν. ὁμοίως ἀπεδείξαμεν, τοῦ λόγου λέγοντος· Διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καὶ γὰρ οἱ βασιλεῖς πάντες καὶ οἱ χριστοὶ ἀπὸ τούτου μετέσχον καὶ βασιλεῖς καλεῖσθαι καὶ χριστοί· ὃν τρόπον καὶ αὐτὸς ἀπὸ τοῦ πατρὸς ἔλαβε τὸ βασιλεὺς καὶ Χριστὸς καὶ ἱερεὺς καὶ ἄγγελος, καὶ ὅσα ἄλλα τοιαῦτα ἔχει ἢ ἔσχε.
そして、キリストが石として多くの聖書のうちに、しるしをもって宣べ伝えられていたことも、我々は同様に示した。そして、あらゆる塗油――油であれ、没薬の樹脂であれ、香油の調合に用いられる他の塗油であれ――は、この方に属するものであったことも、我々は同様に示した。ロゴスがこう語っているとおりである。『それゆえ神よ、お前の神は、お前の仲間にまさって、喜びの油をもってお前に油を注がれた。』というのも、すべての王たちや油注がれた者たちは、この方にあずかることによって、王とも油注がれた者とも呼ばれることになったからである。それはちょうど、この方ご自身も、王、キリスト、祭司、御使い、そしてその他このような呼び名すべてを、父から受けておられる、あるいは受けておられた、のと同じ仕方である。
Dialogus cum Tryphone Iudaeo 86.4
Ῥάβδος ἡ Ἀαρὼν βλαστὸν κομίσασα ἀρχιερέα αὐτὸν ἀπέδειξε. Ῥάβδον ἐκ ῥίζης Ἰεσσαὶ γενήσεσθαι τὸν Χριστὸν Ἡσαΐας προεφήτευσε. Καὶ Δαυῒδ ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσειν ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεσθαι, φησὶν εἶναι τὸν δίκαιον. Καὶ ὡς φοῖνιξ ἀνθήσειν ὁ δίκαιος εἴρηται.
アロンの杖は芽を出して、彼を大祭司として示した。イザヤは、キリストがエッサイの根から出る杖となるであろうと預言した。そしてダビデは、水の流れのほとりに植えられた木――その時が来ればその実を結び、その葉が枯れ落ちることのない木――こそが正しい者である、と語っている。そして、正しい者は棕櫚のように花咲くであろう、とも言われている。
Dialogus cum Tryphone Iudaeo 86.5
Ἀπὸ ξύλου τῷ Ἀβραὰμ ὤφθη ὁ θεός, ὡς γέγραπται, πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ. Ἑβδομήκοντα ἰτέας καὶ δώδεκα πηγὰς εὗρεν ὁ λαὸς διαβὰς τὸν Ἰορδάνην. Ἐν ῥάβδῳ καὶ βακτηρίᾳ παρακεκλῆσθαι ὑπὸ τοῦ θεοῦ Δαυῒδ λέγει.
神は木のもとで、書かれているとおり、マムレの樫のかたわらでアブラハムに現れられた。民はヨルダン川を渡ったとき、七十本の柳の木と十二の泉とを見出した。ダビデは、杖と支え杖とによって神に慰められた、と語っている。
Dialogus cum Tryphone Iudaeo 86.6
Ξύλον Ἐλισσαῖος βαλὼν εἰς τὸν Ἰορδάνην ποταμὸν ἀνήνεγκε τὸν σίδηρον τῆς ἀξίνης, ἐν ᾖ πεπορευμένοι ἦσαν οἱ υἱοὶ τῶν προφητῶν κόψαι ξύλα εἰς οἰκοδομὴν τοῦ οἴκου, ἐν ᾧ τὸν νόμον καὶ τὰ προστάγματα τοῦ θεοῦ λέγειν καὶ μελετᾶν ἐβούλοντο· ὡς καὶ ἡμᾶς βεβαπτισμένους ταῖς βαρυτάταις ἁμαρτίαις, ἃς ἐπράξαμεν, διὰ τοῦ σταυρωθῆναι ἐπὶ τοῦ ξύλου καὶ δι᾿ ὕδατος ἁγνίσαι ὁ Χριστὸς ἡμῶν ἐλυτρώσατο καὶ οἶκον εὐχῆς καὶ προσκυνήσεως ἐποίησε. Καὶ ῥάβδος ἦν ἡ δείξασα Ἰούδαν πατέρα τῶν ἀπὸ Θάμαρ διὰ μέγα μυστήριον γεννηθέντων.
エリシャは木をヨルダン川に投げ入れて、斧の鉄を引き上げた。それは、預言者たちの子らが、神の律法と定めとを語り、学ぼうとしてそのために建てる家の建築のために木を切りに出かけていたときのことである。それはちょうど、我々のキリストが、我々が犯した最も重い罪に浸っていた我々を、木の上で十字架につけられることによって、また水によって我々を清めることによって贖い、祈りと礼拝の家となしてくださったのと同じである。そして、タマルから、大いなる奥義によって生まれた者たちの父がユダであることを示したのも杖であった。