ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXL 第CXL章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 140.1

1

Ὅθεν καὶ Ἰακώβ, ὡς προεῖπον, τύπος ὢν καὶ αὐτὸς τοῦ Χριστοῦ, καὶ τὰς δύο δούλας τῶν δύο ἐλευθέρων αὐτοῦ γυναικῶν ἐγεγαμήκει, καὶ ἐξ αὐτῶν ἐτέκνωσεν υἱούς, εἰς τὸ προμηνυθῆναι ὅτι ὁ Χριστὸς προσλήψεται καὶ τοὺς ὲν γένει τοῦ Ἰάφεθ ὄντας ἀπὸ τοῦ Χαναὰν πάντας ὁμοίως τοῖς ἐλευθέροις καὶ τέκνα συγκληρονόμα ἕξει· ἅπερ ἡμεῖς ὄντες, συνιέναι ὑμεῖς οὐ δύνασθε, διὰ τὸ μὴ δύνασθαι ἀπὸ τῆς τοῦ θεοῦ ζώσης πηγῆς πιεῖν, ἀλλὰ ἀπὸ τῶν συντετριμμένων λάκκων καὶ ὕδωρ μὴ δυναμένων συνέχειν, ὡς ἡ γραφὴ λέγει.

それゆえ、ヤコブもまた、私が先に述べたとおり、自らキリストの予型であって、彼の二人の自由な妻たちの二人の女奴隷をも娶り、彼女たちから息子たちをもうけたのであり、それは、キリストが、ヤフェトの族に属してカナンから出た者たちをも、自由な者たちと同様にすべて受け入れて、その子らをともに相続する子とすることを、あらかじめ示すためであった。我々こそがその子らであるが、諸君はこれを理解することができない。それは、諸君が神の生ける泉から飲むことができず、むしろ壊れた井戸、水を保つことのできない井戸から飲んでいるからである。聖書が語るとおりである。

Dialogus cum Tryphone Iudaeo 140.2

2

Εἰσὶ δὲ λάκκοι συντετριμμένοι καὶ ὕδωρ μὴ συνέχοντες οὓς ὤρυξαν ὑμῖν οἱ διδάσκαλοι ὑμῶν αὐτῶν, ὡς καὶ ἡ γραφὴ διαρρήδην λέγει, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Καὶ πρὸς τούτοις ἑαυτοὺς καὶ ὑμᾶς βουκολοῦσιν, ὑπολαμβάνοντες ὅτι πάντως τοῖς ἀπὸ τῆς σπορᾶς τῆς κατὰ σάρκα τοῦ Ἀβραὰμ οὖσι, κἂν ἁμαρτωλοὶ ὦσι καὶ ἄπιστοι καὶ ἀπειθεῖς πρὸς τὸν θεόν, ἡ βασιλεία ἡ αἰώνιος δοθήσεται, ἅπερ ἀπέδειξαν αἱ γραφαὶ οὐκ ὄντα.

壊れた井戸、水を保たない井戸とは、諸君自身の教師たちが諸君のために掘ったものである。聖書がはっきりと語っているとおり、彼らは人間の戒めを教えとして教えている。そしてこれに加えて、彼らは自分自身をも諸君をも欺いており、アブラハムの肉による種から出た者であれば、たとえ罪人であり、不信仰で神に従わない者であっても、必ず永遠の王国が与えられるのだと思い込んでいる。しかし聖書はこれが事実でないことを示している。

Dialogus cum Tryphone Iudaeo 140.3

3

Ἦ γὰρ τοῦτο οὐκ ἂν εἶπεν Ἡσαΐας· Καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν καὶ Γόμορρα ἐγενήθημεν· καὶ Ἰεζεκιήλ· ὅτι Κἂν Νῶε καὶ Ἰακὼβ καὶ Δανιὴλ ἐξαιτήσωνται υἱοὺς ἢ θυγατέρας, οὐ μὴ δοθῇ αὐτοῖς· ἀλλ᾿ οὔτε πατὴρ ὑπὲρ υἱοῦ οὔτε υἱὸς ὑπὲρ πατρός, ἀλλ᾿ ἕκαστος τῇ ἁμαρτίᾳ αὐτοῦ ἀπολεῖται καὶ ἕκαστος τῇ ἑαυτοῦ δικαιοπραξίᾳ σωθήσεται· καὶ πάλιν Ἡσαΐας· Ὄψονται τὰ κῶλα τῶν παραβεβηκότων· ὁ σκώληξ αὐτῶν οὐ παυθήσεται, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.

なぜなら、もしそうでなければ、イザヤはこう語らなかったであろうから。『そして、もし万軍の主が我々に種を残さなかったなら、我々はソドムとゴモラのようになっていたであろう。』そしてエゼキエルも〔こう語らなかったであろう〕。『たとえノアとヤコブとダニエルが息子たちや娘たちを求めても、彼らには与えられないであろう。父は息子のためにも、息子は父のためにも〔執り成すことはできない〕。むしろ、それぞれが自分の罪によって滅び、それぞれが自分の正しい行いによって救われるであろう。』そしてまたイザヤは〔こう語る〕。『彼らは背いた者たちの肢体を見るであろう。彼らの蛆は絶えることなく、彼らの火は消えることなく、すべての肉に見せしめとなるであろう。』

Dialogus cum Tryphone Iudaeo 140.4

4

Καὶ ὁ κύριος ἡμῶν κατὰ τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν πατρὸς καὶ δεσπότου τῶν ὅλων οὐκ ἂν εἶπεν· Ἥξουσιν ἀπὸ δυσμῶν καὶ ἀνατολῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον; Ἀλλὰ καὶ ὅτι οὐκ αἰτίᾳ τοῦ θεοῦ οἱ προγινωσκόμενοι καὶ γενησόμενοι ἄδικοι, εἴτε ἄγγελοι εἴτε ἄνθρωποι, γίνονται φαῦλοι, ἀλλὰ τῇ ἑαυτῶν ἕκαστος αἰτίᾳ τοιοῦτοί εἰσιν ὁποῖος ἕκαστος φανήσεται, ἀπέδειξα καὶ ἐν τοῖς ἔμπροσθεν.

そして我々の主も、彼を遣わした父にして万物の主人の御心に従って、こう語らなかったであろう。『彼らは西と東から来て、アブラハムとイサクとヤコブとともに天の王国において横たわるであろう。しかし王国の子らは外の闇に投げ出されるであろう』と。そして、予め知られていて後に不義な者となる者たちが、天使であれ人間であれ、悪しき者となるのは神の責めによるのではなく、それぞれが自分自身の責めによって、それぞれが現れるとおりの者となるのであることも、私はすでに先に証示しておいた。