Dialogus cum Tryphone Iudaeo 75.1
Ἐν δὲ τῷ βιβλίῳ τῆς Ἐξόδου, ὅτι αὐτοῦ τὸ ὄνομα τοῦ θεοῦ καὶ Ἰησοῦς ἦν, ὃ λέγει τῷ Ἀβραὰμ μὴ δεδηλῶσθαι μηδὲ τῷ Ἰακώβ, διὰ Μωσέως ἐν μυστηρίῳ ὁμοίως ἐξηγγέλθη, καὶ ἡμεῖς νενοήκαμεν. Οὕτως δὲ εἴρηται· Καὶ εἶπε κύριος τῷ Μωσεῖ· Εἰπὲ τῷ λαῷ τούτῳ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἴνα φυλάσσῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἢν ἡτοίμασά σοι. Πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ. Οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ᾿ αὐτῷ.
また出エジプト記の書のうちには、神の御名がイエスでもあったということ——それは、アブラハムにも、またヤコブにも示されなかったと言われているものだが——が、モーセを通して同じく奥義のうちに告げられていたことを、我々は理解した。こう語られている。「主はモーセに言われた。『この民に言え。見よ、私はお前の前に私の御使いを遣わす。それは、彼がお前を道において守り、私がお前のために備えた地へとお前を導き入れるためである。彼に心を留め、彼に聞き従え。彼に逆らってはならない。彼はお前を見捨てることは決してないであろう。なぜなら、私の名は彼の上にあるからである。』」
Dialogus cum Tryphone Iudaeo 75.2
Τίς οὖν εἰς τὴν γῆν εἰσήγαγε τοὺς πατέρας ὑμῶν; Ἤδη ποτὲ νοήσατε ὅτι ὁ ἐν τῷ ὀνόματι τούτῳ ἐπονομασθεὶς Ἰησοῦς, πρότερον Αὐσῆς καλούμενος. Εἰ γὰρ τοῦτο νοήσετε, καὶ ὅτι τὸ ὄνομα αὐτοῦ τοῦ εἰπόντος τῷ Μωσεῖ· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ᾿ αὐτῷ, Ἰησοῦς ἦν, ἐπιγνώσεσθε. Καὶ γὰρ καὶ Ἰσραὴλ αὐτὸς ἦν καλούμενος, καὶ τὸν Ἰακὼβ τούτῳ τῷ ὀνόματι ὁμοίως μετωνομάκει.
それでは、誰が諸君の父祖たちを地へと導き入れたのか。もはや理解するがよい——この名によってイエスと名づけられた者は、以前はアウセスと呼ばれていたのだということを。もし諸君がこれを理解するなら、また、モーセに向かって語った方の名が——「私の名は彼の上にある」と言われたのだから——イエスであったことをも認めるであろう。実際、この方自身もイスラエルと呼ばれており、ヤコブにも同じくこの名を与えて改名したのであった。
Dialogus cum Tryphone Iudaeo 75.3
Ὅτι δὲ καὶ ἄγγελοι καὶ ἀπόστολοι τοῦ θεοῦ λέγονται οἱ ἀγγέλλειν τὰ παρ᾿ αὐτοῦ ἀποστελλόμενοι προφῆται, ἐν τῷ Ἡσαΐα δεδήλωται. Λέγει γὰρ ἐκεῖ ὁ Ἡσαΐας· Ἀπόστειλόν με. Καὶ ὅτι προφήτης ἰσχυρὸς καὶ μέγας γέγονεν ὁ ἐπονομασθεὶς τῷ Ἰησοῦ ὀνόματι, φανερὸνπᾶσίν ἐστιν.
また、神のもとから遣わされて神からのことを告げる預言者たちが、神の使いたち、また使徒たちとも呼ばれることは、イザヤのうちに示されている。実はそこでイザヤはこう言っている。「私を遣わしてください。」また、イエスの名で呼ばれたあの者が、力強く偉大な預言者となったことは、すべての人に明らかである。
Dialogus cum Tryphone Iudaeo 75.4
Εἰ οὖν ἐν τοσαύταις μορφαῖς οἴδαμεν πεφανερῶσθαι τὸν θεὸν ἐκείνον τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ καὶ τῷ Μωσεῖ, πῶς ἀποροῦμεν καὶ ἀπιστοῦμεν κατὰ τὴν τοῦ πατρὸς τῶν ὅλων βουλὴν καὶ ἄνθρωπον αὐτὸν διὰ παρθένου γεννηθῆναι μὴ δεδυνῆσθαι, καὶ ταῦτα ἔχοντες γραφὰς τοσαύτας. ἐξ ὤν συννοῆσαι ἔστι διαρρήδην ὅτι κατὰ τὴν τοῦ πατρὸς βουλὴν καὶ τοῦτο γέγονεν.
それゆえ、我々は、あの神がアブラハムにもヤコブにもモーセにも、これほど多くの姿において現れたことを知っているのに、どうして、万物の父の御旨に従ってこの方が処女を通して人として生まれることはできなかったなどと言って、惑い、信じずにいるのか。しかも我々は、これほど多くの聖書を持っており、それらから、これもまた父の御旨に従って起こったことを、明白に理解することができるのである。