Dialogus cum Tryphone Iudaeo 56.1
Μωσῆς οὖν, ὁ μακάριος καὶ πιστὸς θεράπων θεοῦ, μηνύων ὅτι ὁ ὀφθεὶς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ θεὸς σὺν τοῖς ἅμα αὐτῷ ἐπὶ τὴν Σοδόμων κρίσιν πεμφθεῖσι δύο ἀγγέλοις ὑπὸ ἄλλου, τοῦ ἐν τοῖς ὑπερουρανίοις ἀεὶ μένοντος καὶ οὐδενὶ ὀφθέντος ἢ ὁμιλήσαντος δι᾿ ἑαυτοῦ ποτε, ὃν ποιητὴν τῶν ὅλων καὶ πατέρα νοοῦμεν.
モーセは、幸いなる、神への忠実な僕として、こう示している——マムレの樫の木のもとでアブラハムに現れたその神は、ソドムの裁きのために遣わされた二人の使いとともに、もう一人の方によって遣わされたのであり、その方こそ、常に天の彼方に留まり、みずから誰にも現れたことも語りかけたこともない方、すなわち我々が万物の造り主にして父と考えるその方である、と。
Dialogus cum Tryphone Iudaeo 56.2
Οὕτω γάρ φησιν· Ὤφθη δὲ αὐτῷ ὁ θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῇ θύρᾳ τῆς σκηνῆς μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες ε(??)τήκεισαν ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν συνέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· καὶ τὰ λοιπὰ μέχρι τοῦ· Ὤρθρισε δὲ Ἀβραὰμ τὸ πρωῒ εἰς τόν τόπον οὖ εἰστήκει ἔναντι κυρίου, καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας καὶ ἐπὶ πρόσωπον τῆς γῆς τῆς περιχώρου, καὶ εἶδε, καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς ὡσεὶ ἀτμὶς καμίνου. Καὶ παυσάμενος λοιπὸν τοὺ λέγειν, ἐπυθόμην αὐτῶν εἰ ἐνενοήκεισαν τὰ εἰρημένα.
「なぜなら、こう言われているからである。『神はマムレの樫の木のもとで彼に現れた、彼が真昼に天幕の入り口に座っていたときに。彼が目を上げて見ると、見よ、三人の人が彼の上に立っていた。彼はこれを見ると、天幕の入り口から彼らを出迎えに走り寄り、地にひれ伏して言った』——以下同様に続き、次のところまで。『アブラハムは朝早く起き、主の前に立っていた場所へ行き、ソドムとゴモラの方、そしてその周辺の地の方を見渡した。すると見よ、地から炎が、かまどの煙のように立ち上っていた。』」そして語り終えて、私は彼らに、語られたことを理解したかどうか尋ねた。
Dialogus cum Tryphone Iudaeo 56.3
Οἱ δὲ ἔφασαν νενοηκέναι μέν, μηδὲν δὲ ἔχειν εἰς ἀπόδειξιν τοὺς λελεγμένους λόγους ὅτι θεὸς ἢ κύριος ἄλλος τίς ἐστιν ἢ λέλεκται ὑπὸ τοῦ ἁγίου πνεύματος παρὰ τὸν ποιητὴν τῶν ὅλων.
彼らは、理解はしたが、語られたこれらの言葉には、万物の造り主のほかにもう一人、神あるいは主なる者がいる、あるいは聖なる霊によってそう語られている、ということを証明するものは何もないと言った。
Dialogus cum Tryphone Iudaeo 56.4
Κἀγὼ πάλιν· Ἃ λέγω πειράσομαι ὑμᾶς πεῖσαι, νοήσαντας τὰς γραφάς, ὅτι ἐστὶ καὶ λέγεται θεὸς καὶ κύριος ἕτερος ὑπὸ τὸν ποιητὴν τῶν ὅλων, ὃς καὶ ἄγγελος καλεῖται, διὰ τὸ ἀγγέλλειν τοῖς ἀνθρώποις ὅσαπερ βούλεται αὐτοῖς ἀγγεῖλαι ὁ τῶν ὅλων ποιητής, ὑπὲρ ὃν ἄλλος θεὸς οὐκ ἔστι. Καὶ ἀνιστορῶν πάλιν τὰ προλεχθέντα ἐπυθόμην τοῦ Τρύφωνος· Δοκεῖ σοι ὀφθῆναι ὑπὸ τὴν δρῦν τὴν Μαμβρῆ ὁ θεὸς τῷ Ἀβραάμ, ὡς ὁ λόγος λέγει; Κἀκεῖνος· Μάλιστα.
そこで私はまた言った。「私が語ることを、聖書を理解したうえで諸君に納得してもらおうと試みよう。すなわち、万物の造り主の下にもう一人の神また主がおり、そう呼ばれてもいることを。この方は御使いとも呼ばれる。それは、万物の造り主が人間に告げようと望むすべてのことを、人間に告げ知らせるからである。この方の上にはもはやほかの神は存在しない。」そして先に語られたことをふたたび取り上げて、私はトリュフォンに尋ねた。「お前には、聖書の言葉が言うとおり、マムレの樫の木のもとで神がアブラハムに現れたと思われるか。」するとかれは言った。「たしかに。」
Dialogus cum Tryphone Iudaeo 56.5
Καὶ εἷς, ἔφην, ἐκείνων ἦν τῶν τριῶν, οὓς ἄνδρας ἑωρᾶσθαι τῷ Ἀβραὰμ τὸ ἅγιον προφητικὸν πνεῦμα λέγει; Κἀκεῖνος· Οὔ· ἀλλὰ ὦπτο μὲν αὐτῷ ὁ θεὸς πρὸ τῆς τῶν τριῶν ὀπτασίας· εἶτα οἱ τρεῖς ἐκεῖνοι, οὓς ἄνδρας ὁ λόγος ὀνομάζει, ἄγγελοι ἦσαν, δύο μὲν αὐτῶν πεμφθέντες ἐπὶ τὴν Σοδόμων ἀπώλειαν, εἷς δὲ εὐαγγελιζόμενος τῇ Σάρρᾳ ὅτι τέκνον ἔξει, ἐφ᾿ ᾧ ἐπέπεμπτο, καὶ ἀπαρτίσας ἀπήλλακτο.
「そして」と私は言った、「その方は、聖なる預言の霊がアブラハムに見えたと語る三人のうちの一人であったのか。」するとかれは言った。「いや。むしろ、神は三人が現れる幻の前にすでに彼に見えていたのであり、その後、聖書の言葉が人と呼ぶあの三人が使いであった。そのうちの二人はソドムの滅びのために遣わされ、一人はサラに子を授かることを告げるために遣わされ、その使命を果たし終えて去った。」
Dialogus cum Tryphone Iudaeo 56.6
Πῶς οὖν, εἶπον, ὁ εἷς τῶν τριῶν γενόμενος ἐν τῇ σκηνῇ, ὁ καὶ εἰπών· Εἰς ὥρας ἀνακάμψω πρός σε, καὶ τῇ Σάρρᾳ υἱὸς γενήσεται, φαίνεται ἐπανελθὼν γενομένου τῇ Σάρρᾳ υἱοῦ, καὶ θεὸν αὐτὸν ὄντα ὁ προφητικὸς λόγος κἀκεῖ σημαίνει; Ἵνα δὲ φανερὸν ὑμῖν γένηται ὃ λέγω, ἀκούσατε τῶν ὑπὸ Μωσέως διαρρήδην εἰρημένων.
私は言った。「では、天幕の中にいた三人のうちの一人であり、『時が来れば私はお前のもとに戻り、サラに子が生まれるであろう』と言ったその方が、サラに子が生まれたのちに、戻って来たように現れ、そこでも預言の言葉が彼を神であると示しているのはどういうわけか。私が言っていることを諸君に明らかにするために、モーセによってはっきりと語られたことを聞くがよい。」
Dialogus cum Tryphone Iudaeo 56.7
Ἔστι δὲ ταῦτα· Ἰδοῦσα δὲ Σάρρα τὸν υἱὸν Ἄγαρ, τῆς παιδίσκης τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἀβραάμ., παίζοντα μετὰ Ἰσαάκ, τοῦ υἱοῦ αὐτῆς, εἶπε τῷ Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Ἀβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. Εἶπε δὲ ὁ θεὸς τῷ Ἀβραάμ· Μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα ὅσα ἂν εἴπῃ σοι Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
「それはこうである。『サラは、アブラハムがもうけたエジプト人の女奴隷ハガルの子が、自分の子イサクと戯れているのを見て、アブラハムに言った、この女奴隷とその子を追い出してください、この女奴隷の子が私の子イサクとともに相続することがあってはなりませんと。この言葉はアブラハムには、その子のことで、はなはだ厳しいものと思われた。すると神はアブラハムに言われた、その子供と女奴隷のことで、お前にとって厳しいものとしてはならない。サラがお前に言うことはすべて、その声に聞き従え。イサクにおいてお前の子孫と呼ばれる者があるのだから。』」
Dialogus cum Tryphone Iudaeo 56.8
Νενοήκατε οὖν ὅτι ὁ εἰπὼν τότε ὑπὸ τὴν δρῦν ἐπαναστρέψαι, ὡς προηπίστατο ἀναγκαῖον εἶναι τῷ Ἀβραὰμ συμβουλεῦσαι ἅπερ ἐβούλετο αὐτὸν Σάρρα, ἐπανελήλυθεν, ὡς γέγραπται, καὶ θεός ἐστιν, ὡς οἱ λόγοι σημαίνουσιν οὕτως εἰρημένοι· Εἶπε δὲ ὁ θεὸς τῷ Ἀβραάμ· Μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης; ἐπυνθανόμην.
「諸君は理解したか。あの樫の木のもとで戻って来ると言った方が、サラがアブラハムに望んでいたことを彼に勧める必要があると、あらかじめ知っていたとおりに、書かれているとおり戻って来たこと、そして、『神はアブラハムに言われた、その子供と女奴隷のことで、お前にとって厳しいものとしてはならない』とこう語られている言葉が示すとおり、彼が神であるということを。」と私は尋ねた。
Dialogus cum Tryphone Iudaeo 56.9
Καὶ ὁ Τρύφων ἔφη· Μάλιστα· οὐκ ἐκ τούτου δὲ ἀπέδειξας ὅτι ἄλλος ἐστὶν ὁ θεὸς παρὰ τοῦτον τὸν ὀφθέντα τῷ Ἀβραάμ., ὅς καὶ τοῖς ἄλλοις πατριάρχαις καὶ προφήταις ὦπτο, ἀλλ᾿ ἡμᾶς ἀπέδειξας οὐκ ὀρθῶς νενοηκότας ὅτι οἱ τρεῖς, οἱ ἐν τῇ σκηνῇ παρὰ τῷ Ἀβαὰμ γενόμενοι, ὅλοι ἄγγελοι ἦσαν.
トリュフォンは言った。「たしかに。だが、お前はそれによって、アブラハムに現れたこの方——他の族長や預言者たちにも現れた方——のほかにもう一人の神がいることを証明したのではなく、天幕でアブラハムのもとに現れた三人が、皆使いであったと我々が正しくなく考えていたことを証明したにすぎない。」
Dialogus cum Tryphone Iudaeo 56.10
Καὶ πάλιν ἐγώ· Εἰ οὖν καὶ ἀπὸ τῶν γραφῶν μὴ εἶχον ἀποδεῖξαι ὑμῖν ὅτι εἶς τῶν τριῶν ἐκείνων καὶ ὁ θεός ἐστι καὶ ἄγγελος καλεῖται, ἐκ τοῦ ἀγγέλλειν, ὡς προέφην, οἷσπερ βούλεται τὰ παρ᾿ αὐτοῦ ὁ τῶν ὅλων ποιητὴς θεός, τὸν ἐπὶ τῆς γῆς ἐν ἰδέᾳ ἀνδρὸς ὁμοίως τοῖς σὺν αὐτῷ παραγενομένοις δυσὶν ἀγγέλοις φαινόμενον τῷ Ἀβραάμ., τοῦτου τὸν καὶ πρὸ ποιήσεως κόσμου ὄντα θεόν, τοῦτον νοεῖν ὑμᾶς εὔλογον ἦν, ὅπερ τὸ πᾶν ἔθνος ὑμῶν νοεῖ. Καὶ πάνυ, ἔφη· οὕτως γὰρ καὶ μέχρι τοῦ δεῦρο εἴχομεν.
そこで私はまた言った。「たとえ聖書からも、その三人のうちの一人が神であり、かつ、私が先に述べたように、万物の造り主なる神が望むことをその方が人々に告げ知らせるがゆえに御使いと呼ばれることを、諸君に証明できなかったとしても、地上において人の姿で、ともにいた二人の使いと同じように、アブラハムに現れたその方を、世界の創造以前から存在していたその神であると諸君が考えるのは理にかなっていたはずである。それは諸君の族全体が考えていることでもある。」するとかれは言った。「まさにそのとおりだ。我々も今までそう考えていたのだから。」
Dialogus cum Tryphone Iudaeo 56.11
Κἀγώ πάλιν εἶπον· Ἐπὶ τὰς γραφάς ἐπανελθὼν πειράσομαι πεῖσαι ὑμᾶς ὅτι οὗτος ὅ τε τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ καὶ τῷ Μωσεῖ ὦφθαι λεγόμενος καὶ γεγραμμένος θεὸς ἒτερός ἐστι τοῦ τὰ πάντα ποιήσαντος θεοῦ, ἀριθμῷ λέγω ἀλλὰ οὐ γνώμῃ· οὐδὲν γὰρ φημι αὐτὸν πεπραχέναι ποτὲ ἢ ὡμιληκέναι ἢ ἅπερ αὐτὸν ὁ τὸν κόσμον πονήσας, ὑπὲρ ὅν ἄλλος οὐκ ἔστι θεός, βεβούληται καὶ πρᾶξαι καὶ ὁμιλῆσαι.
私はまた言った。「聖書に立ち返って、アブラハムとヤコブとモーセに現れたと言われ、そう書かれているこの神が、万物を造られた神とはもう一人の別の神であることを、諸君に説得しようと思う。数において別であると言うのであって、思いにおいて別だとは言わない。というのも、この方が、世界を造り、その上にはほかの神が存在しないその方の望んだこと以外の何かを、これまでに行ったり語ったりしたことは決してないと、私は言っているのだから。」
Dialogus cum Tryphone Iudaeo 56.12
Καὶ ὁ Τρύφων· Ὅτι οὖν καὶ ἔστιν ἀπόδειξον ἤδη, ἵνα καὶ τούτῳ συνθώμεθα· οὐ γὰρ παρὰ γνώμην τοῦ ποιητοῦ τῶν ὅλων φάσκειν τι ἢ πεποιηκέναι αὐτὸν ἢ λελαληκέναι λέγειν σε ὑπολαμβάνομεν. Κἀγὼ εἶπον· Ἡ γραφὴ οὖν ἡ προλελεγμένη παρ᾿ ἐμοῦ τοῦτο φανερὸν ὑμῖν ποιήσει. Ἔστι δὲ ταῦτα· Ο ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Καὶ ὁ κύριος ἔβρεξεν ἐπὶ Σόδομα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον.
トリュフォンは言った。「では、この方が実際に存在することを、いま証明せよ。それに我々も同意できるように。というのも、お前が、万物の造り主の思いに反して、その方が何かを語ったり行ったりしたと言っているとは、我々も受け取っていないからだ。」私は言った。「では、先に私が述べた聖書が、これを諸君に明らかにするだろう。それはこうである。『太陽は地上に昇り、ロトはツォアルに入った。そして主は、天から、主のもとから、硫黄と火をソドムに降らせ、これらの町とその周辺の全地を滅ぼされた。』」
Dialogus cum Tryphone Iudaeo 56.13
Καὶ ὁ τέταρτος τῶν σὺν Τρύφωνι παραμεινάντων ἔφη· Ὅν οὖν ὁ λόγος διὰ Μωσέως τῶν δύο ἀγγέλων κατελθόντων εἰς Σόδομα καὶ κόριον ἔνα ὠνόμασε, παρὰ τοῦτον καὶ τὸν θεὸν αὐτὸν τὸν ὀφθέντα τῷ Ἀβραὰμ λέγειν ἀνάγκη.
すると、トリュフォンとともにとどまっていた者たちのうち四番目の者が言った。「では、聖書の言葉がモーセを通して、ソドムに下った二人の使いのうちの一人を主と名指したその方は、アブラハムに現れたあの神とは別に存在すると言わねばならない。」
Dialogus cum Tryphone Iudaeo 56.14
Οὐ διὰ τοῦτο, ἔφην, μόνον, ὅπερ ἦν, ἐκ παντὸς τρόπου ὁμολογεῖν ἔδει ὅτι καὶ παρὰ τὸν νοούμενον ποιητὴν τῶν ὅλων ἄλλος τις κυριολογεῖται ὑπὸ τοῦ ἁγίου πνεύματος· οὐ μόνον δὲ διὰ Μωσέως, ἀλλὰ καὶ διὰ Δαυΐδ. Καὶ γὰρ καὶ δι᾿ ἐκείνου εἴρηται· Λέγει ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, ὡς προείρηκα. Καὶ πάλιν ἐν ἄλλοις λόγοις· Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
私は言った。「それだけの理由ではない。それは事実そうであったが、そもそも万物の造り主として考えられている方のほかに、別の何者かが聖なる霊によって主と呼ばれていることを、あらゆる仕方で認めねばならなかったのだ。しかもそれは、モーセを通してだけではなく、ダビデを通してもそうである。実際、彼を通してもこう語られている。『主は我が主に言われた、私がお前の敵をお前の足台とするまで、我が右に座せと』——これは先に述べたとおりである。また別の言葉ではこうも言う。『お前の座は、神よ、世々限りなく続く。まっすぐな杖はお前の王国の杖である。お前は正義を愛し、不法を憎んだ。それゆえ、神よ、お前の神は、お前の仲間にまさって、喜びの油をお前に注いだ。』」
Dialogus cum Tryphone Iudaeo 56.15
Εἰ οὖν καὶ ἄλλον τινὰ θεολογεῖν καὶ κυριολογεῖν τὸ πνεῦμα τὸ ἄγιόν φατε ὑμεῖς παρὰ τὸν πατέρα τῶν ὅλων καὶ τὸν Χριστὸν αὐτοῦ, ἀποκρίνασθέ μοι, ἐμοῦ ἀποδεῖξαι ὑμῖν ὑπισχνουμένου ἀπ᾿ αὐτῶν τῶν γραφῶν ὅτι οὐχ εἶς τῶν δύο ἀγγέλων τῶν κατελθόντων εἰς Σόδομά ἐστιν ὅν ἔφ η ἡ γραφὴ κύριον, ἀλλ᾿ ἐκεῖνον τὸν σὺν αὐτοῖς καὶ θεὸν λεγόμενον ὀφθέντα τῷ Ἀβραάμ.
「したがって、もし諸君が、聖なる霊は、万物の父とそのキリストのほかに、さらに別の者を神また主として語っていると言うのであれば、私に答えよ。私は、聖書そのものから諸君に証明することを約束する。すなわち、聖書が主と呼んでいるのは、ソドムに下った二人の使いのうちの一人ではなく、彼らとともにいた、アブラハムに現れたと言われるあの神であるということを。」
Dialogus cum Tryphone Iudaeo 56.16
Καὶ ὁ Τρύφων· Ἀποδείκνυε· καὶ γάρ. ὡς ὁρᾷς, ἣ τε ἡμέρα προκόπτει, καὶ ἡμεῖς πρὸς τὰς οὕτως ἐπικινδύνους ἀποκρίσεις οὐκ ἐσμὲν ἕτοιμοι, ἐπειδὴ οὐδενὸς οὐδέποτε ταῦτα ἐρευνῶντος ἢ ζητοῦντος ἢ ἀποδεικνύντος ἀκηκόαμεν. Καὶ σοῦ λέγοντος οὐκ ἠνειχόμεθα, εἰ μὴ πάντα ἐπὶ τὰς γραφάς ἀνῆγες· ἐξ αὐτῶν γὰρ τὰς ἀποδείξεις ποιεῖσθαι σπουδάζεις, καὶ μηδένα ὑπὲρ τὸν ποιητὴν τῶν ὅλων εἶναι θεὸν ἀποφαίνῃ.
トリュフォンは言った。「証明せよ。実際、見てのとおり、日はもう進んでいるが、我々はこのように危うい問いへの答えを用意してはいない。というのも、これらのことを探求したり、問い求めたり、証明したりする者に、我々はこれまで誰からも聞いたことがなかったからだ。もしお前がすべてを聖書に基づかせていなかったなら、我々はお前の言うことを我慢して聞いてはいなかっただろう。というのも、お前はそれ〔聖書〕自体から証明を行おうと努めており、万物の造り主の上にはいかなる神も存在しないと明言しているからだ。」
Dialogus cum Tryphone Iudaeo 56.17
Κἀγώ· Ἐπίστασθε οὖν, ἔφην, ὅτι ἡ γραφὴ λέγει· Καὶ εἶπε κύριος πρὸς Ἀβραάμ· Τί ὅτι ἐγέλασε Σάρρα λέγουσα· Ἆρά γε ἀληθῶς τέξομαι; Ἐγὼ δὲ γεγήρακα. Μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα; Εἰς τὸν καιρὸν τοῦτον ἀναστρέφω πρός σε εἰς ὥρας, καὶ τῇ Σάρρᾳ υἱὸς ἔσται. Καὶ μετὰ μικρόν· Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας· Ἀβραὰμ δὲ συνεπορεύετο μετ᾿ αὐτῶν, συμπροπέμπων αὐτούς. Ὁ δὲ κύριος εἶπεν· Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ.
私は言った。「では、諸君は知っているだろう、聖書がこう言っていることを。『主はアブラハムに言われた、なぜサラは、私は本当に子を産むのだろうか、私はもう年老いているのにと言って笑ったのか。神にとって不可能なことがあろうか。この時期に、時が来れば私はお前のもとに帰り、サラに子が生まれるであろう。』そして少し後にはこう言う。『そこから立ち上がって、その人たちはソドムとゴモラの方を見下ろした。アブラハムは彼らとともに歩み、これを見送った。すると主は言われた、私は、我が僕アブラハムに、私が行うことを隠すことは決してしない。』」
Dialogus cum Tryphone Iudaeo 56.18
Καὶ μετ᾿ ὀλίγον πάλιν οὕτως φησίν· Εἶπε κύριος· Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἴνα γνῶ. Καὶ ἀποστρέψαντες οἱ ἄνδρες ἐκεῖθεν ἦλθον εἰς Σόδομα. Ἀβραὰμ δὲ ἦν ἑστηκὼς ἔναντι κυρίου, καὶ ἐγγίσας Ἀβραὰμ εἶπεν· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς; καὶ τὰ ἐξῆς· οὐ γὰρ γράφειν πάλιν τὰ αὐτά, τῶν πάντων προγεγραμμένων, δοκεῖ μοι, ἀλλ᾿ ἐκεῖνα, δι᾿ ὧν καὶ τὴν ἀπόδειξιν τῷ Τρύφωνι καὶ τοῖς σὺν αὐτῷ πεποίημαι, λέγειν ἀναγκαῖον.
「そして少し後にまたこう言う。『主は言われた、ソドムとゴモラの叫びは大きくなり、その罪ははなはだ大きい。それゆえ私は下って行って、私のもとに届いたその叫びどおりに事が行われているかどうかを見よう。もしそうでなければ、それを知るために。そしてその人たちはそこから離れてソドムに行った。アブラハムは主の前に立ったままであり、アブラハムは近づいて言った、正しい者を不敬虔な者とともに滅ぼされることがありましょうかと。』」——以下同様である。すべてがすでに書かれているのだから、同じ言葉を再び書き記すのは適当ではないと私には思われる。むしろ、トリュフォンとその同行者たちに証明を行ったその部分だけを述べるのが必要である。
Dialogus cum Tryphone Iudaeo 56.19
Τότε οὖν ἦλθον ἐπὶ τὰ ἐξῆς, ἐν οἷς λέλεκται ταῦτα· Ἀπῆλθε δὲ κύριος, ὡς ἐπαύσατο λέγων τῷ Ἀβραάμ, καὶ ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ. Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἐσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων· καὶ τὰ ἑξῆς ὁμοίως μέχρι τοῦ· Ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας ἐπίασαν τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου προσέκλεισαν· καὶ τὰ ἑπόμενα μέχρι τοῦ· Καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν θυγατέρων αὐτοῦ. ἐν τῷ φείσασθαι κύριον αὐτοῦ.
そこで私は続きの部分に進んだ。そこにはこう語られている。『主は、アブラハムに語り終えると去って行き、自分の場所へ去られた。二人の使いは夕方ソドムに着いた。ロトはソドムの門のそばに座っていた』——以下同様に続き、『その人たちは手を伸ばし、ロトを自分たちのところ、家の中に引き入れ、家の戸を閉じた』というところまで、さらにその続きが『使いたちは彼の手と、その妻の手と、その娘たちの手を取った、主が彼を惜しまれたからである』というところまで。
Dialogus cum Tryphone Iudaeo 56.20
Καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω, καὶ εἶπον· Σῶζε, σῶζε τὴν σεαυτοῦ ψυχήν. Μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὅρος σώζου, μήποτε συμπαραληφθῇς. Εἶπε δὲ Δὼτ πρὸς αὐτούς· Δέομαι, κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὅ ποιεῖς ἐπ᾿ ἐμὲ τοῦ ζῆν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δύναμαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω.
『そして、彼らを外に連れ出したとき、こう言った、お前自身の命を救え、救えと。後ろを振り返るな、この周辺のどこにも立ち止まるな。山に逃げて救われよ、ともに巻き込まれることのないように。すると、ロトは彼らに言った、主よ、お願いします、あなたの僕はあなたの前に憐れみを見出し、あなたは私に対して行われるその正義を大いなるものとされました、私の命を生かしてくださるために。しかし私は山まで逃げ延びることはできません、災いが私に追いつき、私が死ぬことになるといけませんから。』
Dialogus cum Tryphone Iudaeo 56.21
Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν ἐστιν ἐκεῖ μικρά· ἐκεῖ σωθήσομαι, ὡς μικρά ἐστι, καὶ ζήσεται ἡ ψυχή μου. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἦς ἐλάλησας. Σπεῦσον τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως Σηγώρ. Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Καὶ ὁ κύριος ἔβρεξεν εἰς Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον.
『見よ、この町は逃げ込むのに近く、小さいものです。そこで私は救われましょう、それが小さいものであるゆえに。そして私の命は生きながらえるでしょう。』すると、彼に言われた。『見よ、私はお前の顔を認め、お前が語ったこの言葉のゆえに、その町を滅ぼさないことにしよう。急いでそこに逃れよ。お前がそこに入るまで、私は何も行うことができないのだから。』それゆえ、その町の名はツォアルと呼ばれた。『太陽は地上に昇り、ロトはツォアルに入った。そして主は、天から、主のもとから、硫黄と火をソドムとゴモラに降らせ、これらの町とその周辺の全地を滅ぼされた。』
Dialogus cum Tryphone Iudaeo 56.22
Καὶ πάλιν παυσάμενος ἐπέφερον· Καὶ νῦν οὐ νενοήκατε, φίλοι, ὅτι ὁ εἶς τῶν τριῶν, ὁ καὶ θεὸς καὶ κύριος τῷ ἐν τοῖς οὐρανοῖς ὑπηρετῶν, κύριος τῶν δύο ἀγγέλων; Προσελθόντων γὰρ αὐτῶν εἰς Σόδομα, αὐτὸς ὑπολειφθεὶς προσωμίλει τῷ Ἀβραὰ μ τὰ ἀναγεγραμμένα ὑπὸ Μωσέως· οὗ καὶ αὐτοῦ ἀπελθόντος μετὰ τὰς ὁμιλίας, ὁ Ἀβραὰμ ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
そしてふたたび語り終えると、私は続けて言った。「そして今、友らよ、諸君は理解していないのか。三人のうちの一人、すなわち神であり主でありながら、天におられる方に仕える者が、二人の使いの主であるということを。彼らがソドムに近づいたとき、この方は後に残って、モーセが記したとおりのことをアブラハムと語り合っていた。そして語り合いを終えて彼が去ると、アブラハムは自分の場所へ戻った。」
Dialogus cum Tryphone Iudaeo 56.23
Οὗ ἐλθόντος, οὐκέτι δύο ἄγγελοι ὁμιλοῦσι τῷ Λὼτ ἀλλ᾿ αὐτός, ὡς ὁ λόγος δηλοῖ, καὶ κύριός ἐστι, παρὰ κυρίου τοῦ ἐν τῷ οὐρανῷ τουτέστι τοῦ ποιητοῦ τῶν ὅλων, λαβὼν τὸ ταῦτα ἐπενεγκεῖν Σοδόμοις καὶ Γομόρροις ἅπερ ὁ λόγος καταριθμεῖ, οὕτως εἰπών· Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ.
「その方が着いたとき、もはや二人の使いがロトと語り合うのではなく、聖書の言葉が示すとおり、この方自身が——主であり、天におられる主、すなわち万物の造り主のもとから、ソドムとゴモラにこれらのことをもたらす任を受けた方が——語ったのである、聖書の言葉が数え上げているとおりに。『主は、天から、主のもとから、硫黄と火をソドムとゴモラに降らせた』と。」