Dialogus cum Tryphone Iudaeo 73.1
Καὶ ἀπὸ τοῦ ἐνενηκοστοῦ πέμπτου ψαλμοῦ τῶν διὰ Δαυῒδ λεχθέντων λόγων λέξεις βραχείας ἀφείλοντο ταύτας· ἀπὸ τοῦ ξύλου. Εἰρημένου γὰρ τοῦ λόγου· Εἴπατε ἐν τοῖς ἔθνεσιν· Ὁ κύριος ἐβασίλευσεν ἀπὸ τοῦ ξύλου, ἀφῆκαν· Εἴπατε ἐν τοῖς ἔθνεσιν· Ὁ κύριος ἐβασίλευσεν.
また、ダビデによって語られた第九十五詩篇の言葉から、彼らは短い語句、すなわち「木から」という語を取り除いた。というのも、「諸国民のうちで言え、主は木から王となられた」と語られていたのに、彼らはそれを「諸国民のうちで言え、主は王となられた」として残したのである。
Dialogus cum Tryphone Iudaeo 73.2
Ἐν δὲ τοῖς ἔθνεσι περὶ οὐδενὸς ὡς θεοῦ καὶ κυρίου ἐλέχθη ποτὲ ἀπὸ τῶν τοῦ γένους ὑμῶν ἀνθρώπων ὅτι ἐβασίλευσεν, ἀλλ᾿ ἢ περὶ τούτου μόνου τοῦ σταυρωθέντος. ὃν καὶ σεσῶσθαι ἀναστάντα ἐν τῷ αὐτῷ ψαλμῷ τὸ πνεῦμα τὸ ἄγιον λέγει. μηνύον ὅτι οὐκ ἔστιν ὅμοιος τοῖς τῶν ἐθνῶν θεοῖς· ἐκεῖνα γὰρ εἴδωλά ἐστι δαιμονίων.
諸国民のうちで、神また主として、誰かが王となったと諸君の族の人々によって語られたことは、かつて一度もない——ただこの十字架につけられた方についてのほかは。この方が甦って救われたことを、同じ詩篇のうちで聖なる霊は語っており、この方が諸国民の神々に似た者ではないことを示している。それらは悪霊どもの偶像にほかならないからである。
Dialogus cum Tryphone Iudaeo 73.3
Ἀλλ᾿ ὅπως τὸ λεγόμενον νοήσητε, τὸν πάντα ψαλμὸν ἀπαγγελῶ ὑμῖν. Ἔστι δὲ οὗτος· Ἄισατε τῷ κυρίῳ ᾆσμκ καινόν, ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. Ἄισατε τῷ κυρίῳ καὶ εὐλογῄσατε τὸ ὄνομα αὐτοῦ· εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ· ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ὑπὲρ πάντας τοὺς θεούς· ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν. Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ. ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. Ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, ἐνέγκατε τῷ κυρίῳ δόξαν ἐν ὀνόματι αὐτοῦ.
しかし、語られていることを諸君が理解できるように、私はこの詩篇全体を諸君に告げよう。それはこうである。「主に新しい歌を歌え、全地よ、主に歌え。主に歌い、その名をほめよ。日ごとにその救いを告げ知らせよ。諸国民のうちにその栄光を告げ、すべての民のうちにその驚くべき業を告げよ。主は大いなる方、大いにほめたたえられるべき方、すべての神々にまさって畏るべき方だからである。諸国民の神々はことごとく悪霊であり、しかし主は天を造られた方である。誉れと麗しさとが御前にあり、聖なることと荘厳さとがその聖所にある。主に捧げよ、諸国民の諸氏族よ、主に栄光と誉れとを捧げよ、主にその御名にふさわしい栄光を捧げよ。」
Dialogus cum Tryphone Iudaeo 73.4
Αἴρετε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλάς αὐτοῦ, προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. Εἴπατε ἐν τοῖς ἔθνεσιν· Ὁ κύριος ἐβασίλευσεν ἀπὸ τοῦ ξύλου. Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην. ἥτις οὐ σαλευθήσεται· κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εὐφραινέσθωσαν οἱ οὐρανοί καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήσεται ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. Χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς, ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου κυρίου. ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.
「供犠を携えて、その庭に入れ。主に、その聖なる庭で礼拝せよ。全地よ、御前に揺れ動け。諸国民のうちで言え、主は木から王となられた。まことに主は世界を確立された。それは揺らぐことがない。主は民を公正のうちに裁かれるであろう。もろもろの天よ、喜べ。地よ、喜び躍れ。海とそこに満ちるものは揺れ動くであろう。野とその中のすべてのものは喜ぶであろう。森のすべての木々は主の御前に喜び躍るであろう。それは主が来られるからである、地を裁くために来られるからである。主は世界を正義のうちに、もろもろの民を御自身の真理のうちに裁かれるであろう。」
Dialogus cum Tryphone Iudaeo 73.5
Καὶ ὁ Τρύφων· Εἰ μέν. ὡς ἔφης. εἶπε, παρέγραψάν τι ἀπὸ τῶν γραφῶν οἱ ἄρχοντες τοῦ λαοῦ. θεὸς δύναται ἐπίστασθαι· ἀπίστῳ δὲ ἔοικε τὸ τοιοῦτον.
するとトリュフォンが言った。「お前が言うように、もし民の指導者たちが聖書から何かを削り取ったのだとしても、それを知りうるのは神だけである。しかし、そのようなことは信じがたいことのように思われる。」
Dialogus cum Tryphone Iudaeo 73.6
Ναί. ἔφην, ἀπίστῳ ἔοικε· φοβερώτερον γάρ ἐστι τῆς μοσχοποιΐας, ἣν ἐποίησαν ἐπὶ γῆς μάννα πεπλησμένοι, καὶ τοῦ τὰ τέκνα θύειν τοῖς δαιμονίοις. ἢ τοῦ αὐτοὺς τοὺς προφήτας ἀνῃρηκέναι. Ἀλλὰ δή. ἔφην. μοι νομίζεσθε μηδὲ ἀκηκοέναι ἃς εἶπον περικεκοφέναι αὐτοὺς γραφάς. Ὑπὲρ αὐταρκείας γὰρ αἱ τοσαῦται προανιστορημέναι εἰσὶν εἰς ἀπόδειξιν τῶν ζητηθέντων μετὰ τῶν λεχθήσεσθαι μελλόντων παρ᾿ ὑμῖν παραπεφυλαγμένων.
私は言った。「そうだ、信じがたいことのように思われる。だが、これは、彼らが地でマンナに満ち足りながら行った子牛造りよりも、また子らを悪霊どもに捧げて屠ったことよりも、また預言者たち自身を殺害したことよりも、なお恐るべきことなのである。」私は言った。「しかし、諸君は、私が彼らが切り取ったと言った聖書について、まるで聞いたことすらないかのように思われる。すでに先に挙げたものだけでも、諸君のもとでなお損なわれずに保たれていて、これから語られることになるものと合わせれば、問われている事柄の証明としては十分すぎるほどだからである。」