Dialogus cum Tryphone Iudaeo 114.1
Ἔσθ᾿ ὅτε γὰρ τὸ ἅγιον πνεῦμα καὶ ἐναργῶς πράττεσθαί τι, ὃ τύπος τοῦ μέλλοντος γίνεσθαι ἦν, ἐποίει, ἔσθ᾿ ὅτε δὲ καὶ λόγους ἐφθέγξατο περὶ τῶν ἀποβαίνειν μελλόντων, φθεγγόμενον αὐτοὺς ὡς τότε γινομένων ἢ καὶ γεγενημένων· ἣν τέχνην ἐὰν μὴ εἰδῶσιν οἱ ἐντυγχάνοντες, οὐδὲ παρακολουθῆσαι τοῖς τῶν προφητῶν λόγοις, ὡς δεῖ, δυνήσονται. Παραδείγματος δὲ χάριν λόγους τινὰς προφητικοὺς εἴποιμ᾿ ἄν, ὅπως παρακολουθήσητε τῷ λεγομένῳ.
「聖なる霊は、あるときには、これから起こることの予型であるようなことを、はっきりと行わせもし、またあるときには、これから結果として起こることについて言葉を発しもしたが、その際、あたかもそれが当時起こりつつあるか、あるいはすでに起こったことであるかのように語ったのである。読む者たちがこの技法を知らなければ、預言者たちの言葉に、然るべきしかたでついていくことすらできないであろう。そこで例として、いくつかの預言の言葉を挙げよう。諸君が語られていることについていけるようにするためである。」
Dialogus cum Tryphone Iudaeo 114.2
Ὅταν λέγῃ διὰ Ἡσαΐου· Αὐτὸς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος, ὡς ἤδη τοῦ πάθους γενομένου λέγει. Καὶ ὅταν πάλιν λέγῃ· Ἐγὼ ἐξεπέτασα τὰς χεῖράς μου ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, καὶ ὅταν λέγῃ· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; ὡς ἤδη γεγενημένων πραγμάτων ἐξαγγελίαν οἱ λόγοι σημαίνοντες λελεγμένοι εἰσί. Καὶ γὰρ ἐν παραβολῇ λίθον πολλαχοῦ καλεῖν ἀπέδειξα τὸν Χριστὸν καὶ ἐν τροπολογίᾳ Ἰακὼβ καὶ Ἰσραήλ.
「イザヤを通して、『彼は羊のように屠り場に引かれて行き、毛を刈る者の前の子羊のように』と言われるとき、それはすでに受難が起こったかのように語っているのである。また再び、『私は、不従順で反抗する民に向かって、私の両手を広げた』と言われるとき、また『主よ、誰が我々の聞いたことを信じたか』と言われるときも、これらの言葉は、すでに起こった事柄の告知を示すものとして語られているのである。実に、私は、キリストがたとえにおいてしばしば石と呼ばれ、比喩においてヤコブおよびイスラエルと呼ばれていることを、すでに証明した。」
Dialogus cum Tryphone Iudaeo 114.3
Καὶ πάλιν ὅταν λέγῃ· Ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, ἐὰν μὴ ἀκούω τοῦ λόγου αὐτοῦ τὴν ἐργασίαν, οὐ συνετῶς ἀκούσομαι, ὥσπερ ὑμῶν οἱ διδάσκαλοι ἀξιοῦσιν, οἰόμενοι χεῖρας καὶ πόδας καὶ δακτύλους καὶ ψυχὴν ἔχειν ὡς σύνθετον ζῶον τὸν πατέρα τῶν ὅλων καὶ ἀγέννητον θεόν, οἵτινες καὶ διὰ τοῦτο ὦφθαι τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ αὐτὸν τὸν πατέρα διδάσκουσι.
「また再び、『私はもろもろの天を見るであろう、汝の指の業を』と言われるとき、もし私が、そのロゴスの働きを聞き取らないならば、私は思慮ある聞き方をせず、諸君の教師たちが良しとするとおりに聞くことになるであろう。彼らは、万物の父にして生まれざる神が、あたかも複合的な生き物であるかのように、手や足や指や魂を持つと考えており、それゆえに、父御自身がアブラハムやヤコブに現れたのだと教えているのである。」
Dialogus cum Tryphone Iudaeo 114.4
Μακάριοι οὖν ἡμεῖς οἱ περιτμηθέντες πετρίναις μαχαίραις τὴν δευτέραν περιτομήν. Ὑμῶν μὲν γὰρ ἡ πρώτη διὰ σιδήρου γέγονε καὶ γίνεται· σκληροκάρδιοι γὰρ μένετε· ἡμῶν δὲ ἡ περιτομή, ἥτις δευτέρα ἀριθμῷ, μετὰ τὴν ὑμετέραν φανερωθεῖσα, διὰ λίθων ἀκροτόμων, τουτέστι διὰ τῶν λόγων τῶν διὰ τῶν ἀποστόλων τοῦ ἀκρογωνιαίου λίθου καὶ τοῦ ἄνευ χειρῶν τμηθέντος, περιτέμνει ἡμᾶς ἀπὸ τε εἰδωλολατρείας καὶ πάσης ἁπλῶς κακίας· ὧν αἱ καρδίαι οὕτως περιτετμημέναι εἰσὶν ἀπὸ τῆς πονηρίας, ὡς καὶ χαίρειν ἀποθνήσκοντας διὰ τὸ ὄνομα τὸ τῆς καλῆς πέτρας, καὶ ζῶν ὕδωρ ταῖς καρδίαις τῶν δι᾿ αὐτοῦ ἀγαπησάντων τὸν πατέρα τῶν ὅλων βρυούσης, καὶ ποτιζούσης τοὺς βουλομένους τὸ τῆς ζωῆς ὕδωρ πιεῖν.
「それゆえ、石の刃によって第二の割礼を施された我々は幸いである。というのも、諸君の最初の割礼は鉄によってなされ、いまもなされているが、諸君は心の頑ななままだからである。だが我々の割礼は、数において第二であり、諸君の割礼ののちに現れたものであって、鋭く切り立った石、すなわち、使徒たちを通して語られた、あの隅の石にして手によらずして切り出された石の言葉によって、我々を偶像礼拝からも、およそあらゆる悪からも割礼するのである。我々の心は、悪から、まさにそのように割礼されており、それゆえ、あの良き岩の名のゆえに死ぬことをも喜ぶのである。またその岩は、彼を通して万物の父を愛した者たちの心に生ける水を湧き出させ、命の水を飲もうと望む者たちに飲ませているのである。」
Dialogus cum Tryphone Iudaeo 114.5
Ἀλλὰ ταῦτα μὲν οὐ νοεῖτε λέγοντος· ἃ γὰρ ποιῆσαι τὸν Χριστὸν πεπροφήτευται οὐ νενοήκατε, οὐδὲ ἡμῖν προσάγουσιν ὑμᾶς τοῖς γεγραμμένοις πιστεύετε. Ἱερεμίας μὲν γὰρ οὕτω βοᾷ· Οὐαὶ ὑμῖν, ὅτι ἐγκατελίπετε πηγὴν ζῶσαν καὶ ὠρύξατε ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται συνέχειν ὕδωρ. Μὴ ἔρημον ᾖ οὗ ἐστι τὸ ὄρος Σιών; ὅτι Ἱερουσαλὴμ βιβλίον ἀποστασίου ἔδωκα ἔμπροσθεν ὑμῶν.
「しかし諸君は、私がこう語っても、これらのことを理解しない。というのも、キリストが行うと預言されていることを、諸君は理解しておらず、我々のもとへと諸君を導く書かれた言葉をも、諸君は信じないからである。エレミヤはこう叫んでいる。『災いだ、汝らよ、汝らは生ける泉を捨て去り、水を蓄えることのできない、砕けた水溜めを自分たちのために掘った。シオンの山のあるところが荒れ果てているのではないか。私がエルサレムに離縁状を、汝らの前で渡したからである。』」