ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LXVI 第LXVI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 66.1

1

Κἀγὼ πάλιν ἀναλαβὼν τὸν λόγον, ὁπόθεν τὴν ἀρχὴν ἐπεπαύμην ἀποδεικνύων ὅτι ἐκ παρθένου γεννητος καὶ διὰ παρθένου γεννηθῆναι αὐτὸν διὰ Ἡσαίου ἐπεπροφήτευτο, καὶ αὐτὴν προφητείαν πάλιν ἔλεγον.

そこで私は、彼が処女から生まれ、処女を通して生まれることがイザヤによって預言されていたと論証していて初めに中断した、そのところからふたたび話を取り上げ、その同じ預言をふたたび語った。

Dialogus cum Tryphone Iudaeo 66.2

2

Ἔστι δὲ αὕτη· Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω οὐδὲ μὴ πειράσω κύριον. Καὶ εἶπεν Ἡσαίας· Ἀκούσατε δή, οἶκος Δαυΐδ. Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Βούτυρον καὶ μέλι φάγεται.

それはこうである。「主はふたたびアハズに語りかけて言われた。『お前の神、主に、深い所であれ、高い所であれ、しるしを求めよ。』アハズは言った。『私は求めない、主を試みない。』そこでイザヤは言った。『ダビデの家よ、聞け。人々に労苦を与えることは、汝らにとって小さきことか。主にまで労苦を与えようというのか。それゆえ、主ご自身が汝らにしるしを与えられる。見よ、処女が胎に宿し、男の子を産むであろう。その名はインマヌエルと呼ばれるであろう。彼はバターと蜜を食べるであろう。』」

Dialogus cum Tryphone Iudaeo 66.3

3

Πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν· διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον κακὸν ἢ ἀγαθόν, ἀπειθεῖ πονηρὰ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Καὶ καταληφθήσεται ἡ γῆ, ἥν σὺ σκληρῶς οἴσεις ἀπὸ προσώπου τῶν δύο βασιλέων. Ἀλλ᾿ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὐδέπω ἥκασιν, ἀπὸ τῆς ἡμέρας ἧς ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα Ἀσσυρίων.

「その子が知る前に、あるいは悪を選ぶ前に、善を選ぶであろう。なぜなら、その幼子が善悪を知る前に、悪に逆らって善を選ぶからである。なぜなら、その幼子が父または母を呼ぶことを知る前に、彼はダマスコの力とサマリアの分捕り物とを、アッシリアの王の前で得るであろうから。そして、お前が二人の王の前から重く負って行く地は、占領されるであろう。しかし神は、お前と、お前の民と、お前の父の家との上に、エフライムがユダから離れて以来いまだ来たことのない日々を——すなわちアッシリアの王を——もたらされるであろう。」

Dialogus cum Tryphone Iudaeo 66.4

4

Καὶ ἐπέφερον· Ὅτι μὲν οὖν ἐν τῷ γένει τῷ κατὰ σάρκα Ἀβραὰμ οὐδεὶς οὐδέποτε ἀπὸ παρθένου γεγέννηται οὐδὲ λέλεκται γεγεννημένος ἀλλ᾿ ἢ οὗτος ὁ ἡμέτερος Χριστός, πᾶσι φανερόν ἐστι.

そして私は続けて言った。「それゆえ、肉によるアブラハムの族のうちには、この我々のキリストのほかに、誰ひとりとして処女から生まれた者はなく、また生まれたと語られた者もいないことは、すべての人に明らかである。」