Dialogus cum Tryphone Iudaeo 29.1
Δοξάσωμεν τὸν θεόν, ἅμα τὰ ἔθνη συνελθόντα, ὅτι καὶ ἡμᾶς ἐπεσκέψατο· δοξάσωμεν αὐτὸν διὰ τοῦ βασιλέως τῆς δόξης, διὰ τοῦ κυρίου τῶν δυνάμεων. Εὐδόκησε γὰρ καὶ εἰς τὰ ἔθνη, καὶ τὰς θυσίας ἥδιον παρ᾿ ἡμῶν ἢ παρ᾿ ὑμῶν λαμβάνει. Τίς οὖν ἔτι μοι περιτομῆς λόγος ὑπὸ τοῦ θεοῦ μαρτυρηθέντι; τίς ἐκείνου τοῦ βαπτίσματος χρεία ἁγίῳ πνεύματι βεβαπτισμένῳ;
「我々、諸国民は共に集い、神に栄光を帰そう。神は我々をも顧みてくださったのだから。栄光の王を通して、もろもろの力の主を通して、神に栄光を帰そう。神は諸国民をもよしとされ、供犠を我々からのほうが諸君からよりも喜んで受け取られるのだから。それなら、神によって証しされた私に、いったいなお割礼が何の意味を持とうか。聖なる霊によって洗礼を受けた私に、あの洗礼がいったい何の必要があろうか。」
Dialogus cum Tryphone Iudaeo 29.2
Ταῦτα οἶμαι λέγων πείσειν καὶ τοὺς βραχὺν νοῦν κεκτημένους. Οὐ γὰρ ὑπ᾿ ἐμοῦ συνεσκευασμένοι εἰσὶν οἱ λόγοι οὐδὲ τέχνῃ ἀνθρωπίνῃ κεκαλλωπισμένοι, ἀλλὰ τούτους Δαυῒδ μὲν ἔψαλλεν, Ἡσαίας δὲ εὐηγγελίζετο, Ζαχαρίας δὲ ἐκήρυξε, Μωσῆς δὲ ἀνέγραψεν. Ἐπιγινώσκεις αὐτούς, Τρύφων; ἐν τοῖς ὑμετέροις ἀπόκεινται γράμμασι, μᾶλλον δὲ οὐχ ὑμετέροις ἀλλ᾿ ἡμετέροις· ἡμεῖς γὰρ αὐτοῖς πειθόμεθα, ὑμεῖς δὲ ἀναγινώσκοντες οὐ νοεῖτε τὸν ἐν αὐτοῖς νοῦν.
「私がこれらのことを語ることによって、わずかな理解しか持たぬ者たちをも説得できると思う。というのも、これらの言葉は私によって仕組まれたものでも、人間の技巧で飾られたものでもなく、ダビデが歌い、イザヤが福音として告げ、ゼカリヤが宣べ、モーセが書き記したものだからである。トリュフォンよ、お前はそれらを知っているか。それらは諸君の書物のうちに置かれている。いや、むしろ諸君のものではなく、我々のものである。我々はそれらに従っているが、諸君は読みながらも、そのうちにある意味を悟らないのだから。」
Dialogus cum Tryphone Iudaeo 29.3
Μὴ οὖν ἄχθεσθε, μηδὲ ὀνειδίζετε ἡμὶν τὴν τοῦ σώματος ἀκροβυστίαν, ἥν αὐτὸς ὁ θεὸς ἔπλασε, μηδέ, ὅτι θερμὸν πίνομεν ἐν τοῖς σάββασι, δεινὸν ἡγεῖσθε· ἐπειδὴ καὶ ὁ θεὸς τὴν αὐτὴν διοίκησιν τοῦ κόσμου ὁμοίως καὶ ἐν ταύτῃ τῇ ἡμέρᾳ πεποίηται καθάπερ καὶ ὲν ταῖς ἄλλαις ἁπάσαις, καὶ οἱ ἀρχιερεῖς τὰς προσφορὰς καθὰ καὶ ταῖς ἄλλαις ἡμέραις καὶ ἐν ταύτῃ κεκελευσμένοι ἦσαν ποιεῖσθαι, καὶ οἱ τοσοῦτοι δίκαιοι μηδὲν τούτων τῶν νομίμων πράξαντες μεμαρτύρηνται ὑπὸ τοῦ θεοῦ αὐτοῦ.
「それゆえ、諸君は苛立たないでほしい。また、神ご自身が形づくられた身体の無割礼のことで我々を責めないでほしい。また、我々が安息日に温かい飲み物を飲むことを、けしからぬこととは考えないでほしい。神も、この日においてほかの日々すべてにおけるのと同様に、世界の同じ統治を行っておられるのだから。そして大祭司たちも、ほかの日々と同様にこの日にも供え物を献げるよう命じられていたのであり、これほど多くの正しい者たちが、これらの掟のいずれも行わなかったにもかかわらず、神ご自身によって証しされているのである。」