Dialogus cum Tryphone Iudaeo 92.1
Εἰ οὖν τις μὴ μετὰ μεγάλης χάριτος τῆς παρὰ θεοῦ λάβοι νοῆσαι τὰ εἰρημένα καὶ γεγενημένα ὑπὸ τῶν προφητῶν, οὐδὲν αὐτὸν ὀνήσει τὸ τὰς ῥήσεις δοκεῖν λέγειν ἢ τὰ γεγενημένα, εἰ μὴ λόγον ἔχει καὶ περὶ αὐτῶν ἀποδιδόναι. Ἀλλὰ μήτι γε καὶ εὐκαταφρόνητα δόξει τοῖς πολλοῖς ὑπὸ τῶν μὴ νοούντων αὐτὰ λεγόμενα;
それゆえ、もし誰かが、神からの大いなる恵みなしに、預言者たちによって語られたことや行われたことを理解しようとするなら、それらの言葉や出来事を語っているように見えても、その人には何の益にもならないであろう。それらについて筋道を立てて説き明かすことができないのならば。しかし、それらを理解していない者たちによって語られることは、多くの人々にとって、あるいは軽んじられるべきものと見えることにもなりはしないだろうか。
Dialogus cum Tryphone Iudaeo 92.2
Εἰ γάρ τις ἐξετάζειν βούλοιτο ὑμᾶς, ὅτι Ἐνὼχ καὶ Νῶε ἅμα τοῖς τέκνοις, καὶ εἴ τινες ἄλλοι τοιοῦτοι γεγόνασι, μήτε ἐν περιτομῇ γενόμενοι μήτε σαββατίσαντες εὐηρέστησαν τῷ θεῷ, τίς ἡ αἰτία τοῦ δι᾿ ἄλλων προστατῶν καὶ νομοθεσίας μετὰ τοσαύτας γενεὰς ἀξιοῦν τὸν θεὸν δικαιοῦσθαι τοὺς μὲν ἀπὸ Ἀβραὰμ μέχρι Μωσέως διὰ περιτομῆς, τοὺς δὲ ἀπὸ Μωσέως καὶ διὰ περιτομῆς καὶ τῶν ἄλλων ἐντολῶν, τουτέστι σαββάτου καὶ θυσιῶν καὶ σποδῶν καὶ προσφορῶν, εἰ μή, ὡς προείρηται ὑπ᾿ ἐμοῦ, ἀποδείξετε ὅτι διὰ τὸ τὸν θεόν, προγνώστην ὄντα, ἐγνωκέναι ἄξιον γενησόμενον τὸν λαὸν ὑμῶν ἐκβληθῆναι ἀπὸ τῆς Ἱερουσαλὴμ καὶ μηδένα ἐπιτρέπεσθαι εἰσελθεῖν ἐκεῖ;
というのも、もし誰かが諸君を試そうとして、エノクやノアがその子らと共に、また他にもそのような者たちがいたとして、割礼を受けることもなく、安息日を守ることもなく、神に喜ばれた、ということを問うなら――なぜ神は、これほど多くの世代を経たのちに、他の指導者たちと立法とによって、アブラハムからモーセまでの者たちは割礼によって、モーセ以後の者たちは割礼と他の戒め、すなわち安息日、供犠、灰、供え物とによって、義とされるにふさわしいとされたのか、その理由は何であるのか――もし諸君が、私が先に述べたとおり、神が予知の力を持つ方であって、諸君の民がエルサレムから追放され、誰もそこに入ることを許されないことになるにふさわしい者となるであろうことを知っておられたからだ、と証明するのでなければ、その理由をどう説明するというのか。
Dialogus cum Tryphone Iudaeo 92.3
Οὐδαμόθεν γὰρ ἀλλαχόθεν ἐστὲ γνωριζόμενοι, ὡς προέφην, εἰ μὴ ἀπὸ τῆς περὶ τὴν σάρκα περιτομῆς. Οὐδὲ γὰρ Ἀβραὰμ διὰ τὴν περιτομὴν δίκαιος εἶναι ὑπὸ τοῦ θεοῦ ἐμαρτυρήθη, ἀλλὰ διὰ τὴν πίστιν· πρὸ τοῦ γὰρ περιτμηθῆναι αὐτὸν εἴρηται περὶ αὐτοῦ οὕτως· Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
というのも、私が先に述べたとおり、諸君は肉における割礼以外のいかなるところによっても、他と見分けられることはないからである。アブラハムでさえ、割礼のゆえに神によって正しい者であると証しされたのではなく、信仰のゆえにそうであった。彼が割礼を受ける前に、彼についてこう言われているからである。『アブラハムは神を信じた、そしてそれは彼にとって義と認められた。』
Dialogus cum Tryphone Iudaeo 92.4
καὶ ἡμεῖς οὖν, ἐν ἀκροβυστίᾳ τῆς σακρὸς ἡμῶν πιστεύοντες τῷ θεῷ διὰ τοῦ Χριστοῦ καὶ περιτομὴν ἔχοντες τὴν ὠφελοῦσαν ἡμᾶς τοὺς κεκτημένους, τουτέστι τῆς καρδίας, δίκαιοι καὶ εὐάρεστοι τῷ θεῷ ἐλπίζομεν φανῆναι, ἐπειδὴ καὶ ἤδη μεμαρτυρήμεθα διὰ τῶν προφητικῶν λόγων ὑπ᾿ αὐτοῦ. Τὸ δὲ σαββατίζειν καὶ τὰς προσφορὰς φέρειν κελευσθῆναι ὑμᾶς, καὶ τόπον εἰς ὄνομα τοῦ θεοῦ ἐπικληθῆναι ἀνασχέσθαι τὸν κύριον, ἵνα, ὡς εἴρηται, μὴ εἰδωλολατροῦντες καὶ ἀμνημονοῦντες τοῦ θεοῦ ἀσεβεῖς καὶ ἄθεοι γένησθε, ὡς ἀεὶ φαίνεσθε γεγενημένοι.
それゆえ我々もまた、我々の肉の無割礼のうちにありながら、キリストを通して神を信じ、そしてそれを持つ我々に益となる割礼、すなわち心の割礼を持っており、正しい者、神に喜ばれる者として現れることを望んでいる。我々はすでに、預言の言葉によって、神ご自身から証しされているのだから。しかし、諸君に安息日を守ることと供え物を献げることとが命じられ、また主が、神の名のために呼ばれる場所が設けられることを許されたのは、すでに言われたとおり、諸君が偶像を拝み、神を忘れて、不敬虔で無神論的な者とならないようにするためであった。諸君は常にそのような者であり続けてきたように見えるのだから。
Dialogus cum Tryphone Iudaeo 92.5
Καὶ ὅτι διὰ ταῦτα ἐνετέταλτο ὁ θεὸς τὰς περὶ σαββάτων καὶ προσφορῶν ἐντολάς, προαποδέδεικταί μοι διὰ τῶν προειρημένων· διὰ δὲ τοὺς σήμερον ἐλθόντας καὶ τὰ αὐτὰ σχεδὸν πάντα βούλομαι ἀναλαμβάνειν. Ἐπεί, εἰ μὴ τοῦτό ἐστι, συκοφαντηθήσεται ὁ θεος, ὡς μήτε πρόγνωσιν ἔχων μήτε τά αὐτὰ δίκαια πάντας διδάσκων καὶ εἰδέναι καὶ πράττειν (πολλαὶ γὰρ γενεαὶ ἀνθρώπων πρὸ Μωσέως φαίνονται γεγενημέναι), καὶ οὐκ ἔστι λόγος ὁ λέγων ὡς ἀληθὴς ὁ θεὸς καὶ δίκαιος καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
そして、神が安息日と供え物についての戒めをお命じになったのがこれらのゆえであったことは、先に述べたことによって、私はすでに示した。しかし、今日来られた方々のためにも、私はほとんど同じことをすべてもう一度取り上げたいと思う。というのも、もしそうでないなら、神は、予知を持たず、またすべての人に同じ正しいことを知らせ行わせることもしない方である、として不当に告発されることになるからである(モーセ以前にも人類の多くの世代があったことは明らかである)。そしてそうなれば、神は真実であり、正しく、その道はすべて裁きであり、不義は彼のうちにない、と語る言葉は成り立たなくなる。
Dialogus cum Tryphone Iudaeo 92.6
Ἐπειδὴ δὲ ἀληθὴς ὁ λόγος, καὶ θεὸς ὑμᾶς τοιούτους μὴ εἶναι ἀσυνέτους καὶ φιλαύτους ἀεὶ βούλεται, ὅπως σωθῆτε μετὰ τοῦ Χριστοῦ, τοῦ εὐαρεστοῦντος τῷ θεῷ καὶ μεμαρτυρημένου, ὡς προέφην διὰ τῶν ἀγίων προφητικῶν λόγων τὴν ἀπόδειξιν πονήσας.
しかし、その言葉こそが真実なのであるから、神は、諸君がそのように無分別で自己愛にとらわれた者であり続けることを望んではおられない。むしろ、神に喜ばれ、聖なる預言の言葉によって証しされた方であるキリストと共に、諸君が救われることを常に望んでおられる。私はすでに述べたとおり、その証明のために力を尽くしてきたのである。