ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LXXXIII 第LXXXIII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 83.1

1

Καὶ γὰρ τὸ Λέγει κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, εἰς Ἐζεκίαν εἰρῆσθαι ἐτόλμησαν ὑμῶν οἱ διδάσκαλοι ἐξηγήσασθαι, ὡς κελευσθέντος αὐτοῦ ἐν δεξιᾷ τοῦ ναοῦ καθεσθῆναι, ὅτε προσέπεμψεν αὐτῷ ὁ βασιλεὺς Ἀσσυρίων ἀπειλῶν, καὶ ἐσημάνθη αὐτῷ διὰ τοῦ Ἡσαίου μὴ φοβεῖσθαι αὐτόν. Καὶ ὅτι μὲν γέγονε τὰ λεχθέντα ὑπὸ Ἡσαΐου οὕτως, καὶ ἀπεστράφη ὁ βασιλεὺς Ἀσσυρίων τοῦ μὴ πολεμῆσαι τὴν Ἱερουσαλὴμ ἐν ἡμέραις τοῦ Ἐζεκίου, καὶ ἄγγελος κυρίου ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ ἐπιστάμεθα καὶ ὁμολογοῦμεν.

というのも、『主は私の主に言われる、私の右に座せよ、私がお前の敵をお前の足の台とするまで』という言葉を、諸君の教師たちは、ヒゼキヤについて語られたものと解釈しようと敢えて試みてきたからである。すなわち、アッシリアの王が彼に脅しの使いを送って来たとき、彼が神殿の右側に座るように命じられ、イザヤを通して彼を恐れるなと告げられた、というのである。そしてイザヤによって語られたことがそのとおりに起こったこと、すなわち、アッシリアの王がヒゼキヤの日にエルサレムを攻めることなく引き返し、主の天使がアッシリアの陣営から十八万五千の兵を打ち殺したことは、我々も知っており、認めている。

Dialogus cum Tryphone Iudaeo 83.2

2

Ὅτι δὲ εἰς αὐτὸν οὐκ εἴρηται ὁ ψαλμός, δῆλον. Ἔχει γὰρ οὕτως· Λέγει κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ ἐπὶ Ἱερουσαλήμ. καὶ κατακυριεύσει ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ἐν λαμπρότητι τῶν ἁγίων, πρὸ ἑωσφόρου ἐγέννησά σε. Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ

しかし、この詩篇がヒゼキヤについて語られたものでないことは明らかである。それはこうなっているからである。『主は私の主に言われる、私の右に座せよ、私がお前の敵をお前の足の台とするまで。彼は力ある杖をエルサレムに遣わし、お前の敵の只中で支配するであろう。聖なる者たちの輝きのうちに、暁の明星の前に私はお前を生んだ。主は誓われた、そして悔いることはないであろう。お前はメルキゼデクの位に等しい永遠の祭司である。』

Dialogus cum Tryphone Iudaeo 83.3

3

Ὅτι οὖν Ἐζεκίας οὐκ ἔστιν ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, τίς οὐχ ὁμολογεῖ; Καὶ ὅτι οὐκ ἔστιν ὁ λυτρούμενος τὴν Ἱερουσαλήμ, τίς οὐκ ἐπίσταται; Καὶ ὅτι ῥάβδον δυνάμεως αὐτὸς οὐκ ἀπέστειλεν εἰς Ἱερουσαλὴμ καὶ κατεκυρίευσεν ἐν μέσῳ τῶν ἐχθρῶν αὐτοῦ, ἀλλ᾿ ὁ θεὸς ἦν ὁ ἀποστρέψας ἀπ᾿ αὐτοῦ κλαίοντος καὶ ὀδυρομένου τοὺς πολεμίους, τίς οὐ γινώσκει;

そこで、ヒゼキヤがメルキゼデクの位に等しい永遠の祭司でないことを、誰が認めないだろうか。また、彼がエルサレムを贖う者でないことを、誰が知らないだろうか。また、彼自身が力ある杖をエルサレムに遣わし、自分の敵の只中で支配したのではなく、彼が泣き嘆いている間に、彼から敵を退けたのは神であったことを、誰が知らないだろうか。

Dialogus cum Tryphone Iudaeo 83.4

4

Ὁ δὲ ἡμέτερος Ἰησοῦς, οὐδέπω ἐνδόξως ἐλθών. ῥάβδον δυναμεως εἰς Ἱερουσαλὴμ ἐξαπέστειλε, τὸν λόγον τῆς κλήσεως καὶ τῆς μετανοίας πρὸς τὰ ἔθνη ἅπαντα, ὅπου τὰ δαιμόνια ἀπεκυρίευεν αὐτῶν, ὥς φησι Δαυίδ· Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Καὶ ἰσχυρὸς ὁ λόγος αὐτοῦ πέπεικε πολλοὺς καταλιπεῖν δαιμόνια, οἷς ἐδούλευον, καὶ ἐπὶ τὸν παντοκράτορα θεὸν δι᾿ αὐτοῦ πιστεύειν, ὅτι δαιμόνιά εἰσιν οἱ θεοὶ τῶν ἐθνῶν. Καὶ τὸ Ἐν τῇ λαμπρότητι τῶν ἁγίων, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, τῷ Χριστῷ εἴρηται, ὡς προέφημεν.

しかし我々のイエスは、いまだ栄光のうちに来られていないのに、力ある杖をエルサレムに遣わされた。それは、召しと悔い改めとの言葉を、あらゆる諸国民へと向けてのことであり、そこでは悪霊たちが彼らを支配していた、ダビデが『諸国民の神々は悪霊である』と言うとおりである。そして彼の力強い言葉は、多くの者を説き伏せて、自分たちが仕えていた悪霊たちを捨てさせ、これによって、諸国民の神々は悪霊であると信じて、全能の神を信じさせたのである。そして『聖なる者たちの輝きのうちに、暁の明星の前に、胎から私はお前を生んだ』という言葉は、我々が前に述べたとおり、キリストについて語られているのである。