Dialogus cum Tryphone Iudaeo 98.1
Καὶ τὸν πάντα δὲ ψαλμὸν εἴποιμι ἄν, ὅπως καὶ τὸ πρὸς τὸν πατέρα εὐσεβὲς αὐτοῦ ἀκούσητε, καὶ ὡς εἰς ἐκεῖνον πάντα ἀναφέρει, ὡς αὐτὸς δι᾿ ἐκείνου καὶ σωθῆναι ἀπὸ τοῦ θανάτου τούτου αἰτῶν, ἅμα τε δηλῶν ἐν τῷ ψαλμῷ ὁποῖοι ἦσαν οἱ ἐπισυνιστάμενοι κατ᾿ αὐτοῦ, καὶ ἀποδεικνύων ὄτι ἀληθῶς γέγονεν ἄνθρωπος ἀντιληπτικὸς παθῶν.
そこで私は詩篇の全体を語ろう。それは、諸君が彼の父に対する敬虔な思いを聞き、またすべてがかの方に関わっていること、すなわち彼自身がかの方によってこの死から救われることを求めていたこと、同時に詩篇の中で、彼に敵対して結束していた者たちがどのような者たちであったかを明らかにし、また彼が真に人となり、諸々の苦しみを被りうる者となったことを示していることを、諸君が聞くためである。
Dialogus cum Tryphone Iudaeo 98.2
Ἔστι δὲ οὗτος· Ὁ θεός, ὁ θεός μου, πρόσχες μοι. Ἵνα τί ἐγκατέλιπές με; Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. Ὁ θεός μου, κεκράξομαι ἡμέρας πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος, Ἰσραήλ. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐρύσω αὐτούς· πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν.
「神よ、わが神よ、私に心を留めよ。何ゆえあなたは私を見捨てたのか。わが救いより遠いのは、わが過ちの言葉である。わが神よ、私は昼にあなたに向かって叫ぶが、あなたは聞き入れず、夜にも叫ぶが、それは私の無知のゆえではない。されどあなたは聖なる所に住み、イスラエルの誉れである。我々の父祖たちはあなたに望みを置き、望みを置いて、あなたは彼らを救い出した。彼らはあなたに向かって叫び、救われた。あなたに望みを置いて、辱められなかった。」
Dialogus cum Tryphone Iudaeo 98.3
Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, καὶ ἐλάλησαν χείλεσιν, ἐκίνησαν κεφαλήν· Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν, σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μασθῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ. Μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν μοι.
「されど私は虫であって人ではない。人々の恥辱、民の蔑みである。私を見る者はみな私をあざけり、唇をもって語り、頭を振った。『彼は主に望みを置いた、主が彼を救い出すがよい、主が彼を救うがよい、主が彼を望んでいるのなら』。あなたは、私を母の胎から引き出した方である。わが望みは、母の乳房にあるときからのものである。私は母の胎より、あなたに委ねられた。母の腹より、あなたは私の神である。私から離れるな、患難は近く、私を助ける者がいないのだから。」
Dialogus cum Tryphone Iudaeo 98.4
Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Ὡσεὶ ὕδωρ ἐξεχύθη καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου· ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με· ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.
「多くの子牛が私を取り囲み、肥えた雄牛が私を包囲した。彼らは獲物を襲い吼えたける獅子のように、私に向かって口を開いた。私は水のように注ぎ出され、わが骨はことごとく散らされた。わが心は蝋のようになり、腹の中で溶けた。わが力は素焼きの器のように干からび、わが舌は喉にはり付いた。あなたは私を死の塵へと引き下ろした。多くの犬が私を取り囲み、悪を行う者たちの群れが私を包囲した。彼らはわが手とわが足を穿ち、わが骨をことごとく数えた。彼らはよく見つめ、私を見物した。」
Dialogus cum Tryphone Iudaeo 98.5
Διεμερίσαντο τὰ ἰμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ᾿ ἐμοῦ· εἰς τὴν ἀντίληψίν μου πρόσχες. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Οἱ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτόν, φοβηθήτωσαν ἀπ᾿ αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραήλ.
「彼らはわが衣を自分たちの間で分け合い、わが衣服にくじを投げた。されど主よ、あなたの助けを私から遠ざけるな。わが救援に心を留めよ。剣よりわが魂を、犬の手よりわが独り子なるものを救い出せ。獅子の口より私を、一角獣の角よりわが卑しさを救え。私はあなたの名をわが兄弟たちに語り伝え、教会の中であなたを賛美しよう。主を畏れる者たちよ、主を讃えよ。ヤコブの子孫はすべて、主に栄光を帰せよ。イスラエルの子孫はすべて、主を畏れよ。」