ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XLIX 第XLIX章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 8 sectiones

Dialogus cum Tryphone Iudaeo 49.1

1

Καὶ ὁ Τρύφων· Ἐμοὶ μὲν δοκοῦσιν, εἶπεν, οἱ λέγοντες ἄνθρωπον γεγονέναι αὐτὸν καὶ κατ᾿ ἐκλογὴν κεχρῖσθαι καὶ Χριστὸν γεγονέναι πιθανώτερον ὑμῶν λέγειν, τῶν ταῦτα ἅπερ φῂς λεγόντων· καὶ γὰρ πάντες ἡμεῖς τὸν Χριστὸν ἄνθρωπον ἐξ ἀνθρώπων προσδοκῶμεν γενήσεσθαι, καὶ τὸν Ἡλίαν χρῖσαι αὐτὸν ἐλθόντα. Ἐὰν δὲ οὗτος φαίνηται ὢν ὁ Χριστός, ἄνθρωπον μὲν ἐξ ἀνθρώπων γενόμενον ἐκ παντὸς ἐπίστασθαι δεῖ. Ἐκ δὲ τοῦ μηδὲ Ἡλίαν ἐληλυθέναι οὐδὲ τοῦτον ἀποφαίνομαι εἶναι.

するとトリュフォンが言った。「私には、彼が人間となり、選びによって油注がれ、キリストとなったのだと言う者たちのほうが、お前の言うようなことを語る諸君よりも、もっともらしく語っているように思われる。実に、我々は皆、キリストは人間から生まれた人間として現れると期待しており、また、エリヤが来て彼に油を注ぐであろうと期待しているのだ。もしこの方がまさにそのキリストであると分かるのであれば、彼が人間から生まれた人間であるということを、必ず知らねばならない。しかし、エリヤがまだ来ていないことからして、私は、この方もまたそのキリストではないと言明する。」

Dialogus cum Tryphone Iudaeo 49.2

2

Κἀγὼ πάλιν ἐπυθόμην αὐτοῦ· Οὐχὶ Ἡλίαν φησὶν ὁ λόγος διὰ Ζαχαρίου ἐλεύσεσθαι πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ φοβερᾶς ταύτης τοῦ κυρίου; Κἀκεῖνος ἀπεκρίνατο· Μάλιστα. Ἐὰν οὖν ὁ λόγος ἀναγκάζῃ ὁμολογεῖν ὅτι δύο παρουσίαι τοῦ Χριστοῦ προεφητεύοντο γενησόμεναι, μία μέν. ἐν ᾖ παθητός καὶ ἄτιμος καὶ ἀειδὴς φανήσεται, ἡ δὲ ἑτέρα, ἐν ᾗ καὶ ἔνδοξος καὶ κριτὴς ἁπάντων ἐλεύσεται, ὡς καὶ ἐν πολλοῖς τοῖς προλελεγμένοις ἀποδέδεικται, οὐχὶ τῆς φοβερᾶς καὶ μεγάλης ἡμέρας τουτέστι τῆς δευτέρας παρουσίας αὐτοῦ, πρόοδον γενήσεσθαι τὸν Ἡλίαν νοήσομεν τὸν λόγον τοῦ θεοῦ κεκηρυχέναι; Μάλιστα, ἀπεκρίνατο.

そこで私はまた彼に尋ねた。「主のあの大いなる恐るべき日の前に、ゼカリヤを通して、エリヤが来るであろうと預言の言葉は言っていないか。」すると彼は答えた。「そのとおりだ。」「では、もしこの論が、キリストの二つの来臨が起こると預言されていたことを認めることを強いるなら——一つは、彼が受苦する者として、辱められ、姿もない者として現れる来臨であり、もう一方は、彼が栄光ある者として、すべての者の裁き主として来る来臨であり、これは先に述べられた多くのことによってすでに証明されているとおりだが——我々は、あの恐るべき大いなる日、すなわち彼の第二の来臨に先立って、エリヤが先駆けとなるであろうと、神の言葉が告げ知らせたのだと理解すべきではないか。」「そのとおりだ」と彼は答えた。

Dialogus cum Tryphone Iudaeo 49.3

3

Καὶ ὁ ἡμέτερος οὖν κύριος, ἔφην, τοῦτο αὐτὸ ἐν τοῖς διδάγμασιν αὐτοῦ παρέδωκε γενησόμενον, εἰπὼν καὶ Ἡλίαν ἐλεύσεσθαι· καὶ ἡμεῖς τοῦτο ἐπιστάμεθα γενησόμενον, ὅταν μέλλῃ ἐν δόξῃ ἐξ οὐρανῶν παραγίνεσθαι ὁ ἡμέτερος κύριος Ἰησοῦς Χριστός, οὗ καὶ τῆς πρώτης φανερώσεως κῆρυξ προῆλθε τὸ ἐν Ἡλίᾳ γενόμενον πνεῦμα τοῦ θεοῦ, ἐν Ἰωάννῃ, τῷ γενομένῳ ἐν τῷ γένει ὑμῶν προφήτῃ, μεθ᾿ ὃν οὐδεὶς ἕτερος λοιπὸν παρ᾿ ὑμῖν ἐφάνη προφήτης· ὅστις ἐπὶ τὸν Ἰορδάνην ποταμὸν καθεζόμενος ἐβόα· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ὲν ὕδατι εἰς μετάνοιαν· ἥξει δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ τὸν σῖτον συνάξει εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

「そこで、我々の主も」と私は言った、「まさにこのことを、その教えの中で、起こるはずのこととして伝え、エリヤもまた来るであろうと言われた。そして我々は、我々の主イエス・キリストが栄光のうちに天から現れようとするとき、これが起こるであろうと理解している。彼の最初の顕現の先触れとしては、エリヤのうちにあった神の霊が、諸君の族のうちに現れた預言者ヨハネのうちにあって進み出た。彼の後には、もはやほかに誰も、諸君のもとに預言者は現れなかった。彼はヨルダン川のほとりに座して、こう叫んでいた。『私は汝らに水による洗礼を、悔い改めのために授ける。しかし、私よりも強い方が来られる。私はその履物を運ぶにも値しない。その方は汝らに聖なる霊と火とによって洗礼を授けられるであろう。その手には箕があり、その脱穀場を清め、麦を倉に集め、殻は消えることのない火で焼き尽くすであろう。』」

Dialogus cum Tryphone Iudaeo 49.4

4

Καὶ τοῦτον αὐτὸν τὸν προφήτην συνεκεκλείκει ὁ βασιλεὺς ὑμῶν Ἡρώδης εἰς φυλακήν. καὶ γενεσίων ἡμέρας τελουμένης, ὀρχουμένης τῆς ἐξαδελφῆς αὐτοῦ εὐαρέστως αὐτῷ, εἶπεν αὐτῇ αἰτήσασθαι ὃ ἐὰν βούληται. Καὶ ἡ μήτηρ τῆς παιδὸς ὑπέβαλεν αὐτῇ αἰτήσασθαι τὴν κεφαλὴν Ἰωάννου τοῦ ἐν τῇ φυλακῇ· καὶ αἰτησάσης ἔπεμψε καὶ ἐπὶ πίνακι ἐνεχθῆναι τὴν κεφαλὴν Ἰωάννου ἐκέλευσε.

「そして、まさにこの預言者を、諸君の王ヘロデが牢に閉じ込めた。誕生日の祝いが行われたとき、彼の姪が彼を喜ばせるように踊ったので、彼は彼女に、望むものを何でも求めるようにと言った。すると、その娘の母は、牢にいるヨハネの首を求めるようにと、娘に入れ知恵した。そして娘が求めると、彼は人を遣わし、ヨハネの首を盆に載せて運んで来させるよう命じた。」

Dialogus cum Tryphone Iudaeo 49.5

5

Διὸ καὶ ὁ ἡμέτερος Χριστὸς εἰρήκει ἐπὶ γῆς τότε τοῖς λέγουσι πρὸ τοῦ Χριστοῦ Ἡλίαν δεῖν ἐλθεῖν· Ἡλίας μὲν ἐλεύσεται καὶ ἀποκαταστήσει πάντα· λέγω δὲ ὑμῖν ὅτι Ἡλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν. Καὶ γέγραπται ὅτι Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.

「それゆえ、我々のキリストも、キリストより先にエリヤが来ねばならないと言っていた者たちに、当時地上でこう言われたのである。『エリヤは来て、すべてを立て直すであろう。しかし私は汝らに言う、エリヤはすでに来たのに、彼らは彼を認めず、むしろ自分たちの望むままのことを彼に対して行った。』そして、こう書かれている。『そのとき弟子たちは、彼が洗礼者ヨハネについて言われたのだと悟った。』」

Dialogus cum Tryphone Iudaeo 49.6

6

Καὶ ὁ Τρύφων· Καὶ τοῦτο παράδοξον λέγειν μοι δοκεῖς, ὅτι τὸ ἐν Ἡλίᾳ τοῦ θεοῦ γενόμενον προφητικὸν πνεῦμα καὶ ἐν Ἰωάννῃ γέγονε. Κἀγὼ πρὸς ταῦτα· Οὐ δοκεῖ σοι ἐπὶ Ἰησοῦν, τὸν τοῦ Ναυῆ, τὸν διαδεξάμενον τὴν λαοηγησίαν μετὰ Μωσέα. τὸ αὐτὸ γεγονέναι, ὅτε ἐρρέθη τῷ Μωσεῖ ἐπιθεῖναι τῷ Ἰησοῦ τὰς χεῖρας, εἰπόντος αὐτοῦ τοῦ θεοῦ· Κἀγὼ μεταθήσω ἀπὸ τοῦ πνεύματος τοῦ ἐν σοὶ ἐπ᾿ αὐτόν;

するとトリュフォンが言った。「エリヤのうちにあった神の預言の霊が、ヨハネのうちにもあったと言うことも、お前が逆説的なことを言っているように、私には思われる。」そこで私はこれに対して言った。「モーセの後を継いで民を導いたヌンの子ヨシュアについても、同じことが起こったとは、お前には思われないか。神がモーセにこう言われて、ヨシュアに手を置くよう命じられたときのことだ。『そして私は、汝のうちにある霊から、彼の上に移そう。』」

Dialogus cum Tryphone Iudaeo 49.7

7

Κἀκεῖνος· Μάλιστα. Ὡς οὖν, φημί. ἔτι ὄντος τότε ἐν ἀνθρώποις τοῦ Μωσέως, μετέθηκεν ἐπὶ τὸν Ἰησοῦν ὁ θεὸς ἀπὸ τοῦ ἐν Μωσεῖ πνεύματος, οὕτως καὶ ἀπὸ τοῦ Ἡλίου ἐπὶ τὸν Ἰωάννην ἐλθεῖν ὁ θεὸς δυνατὸς ἦν ποιῆσαι. ἵνα, ὥσπερ ὁ Χριστὸς τῇ πρώτῃ παρουσίᾳ ἄδοξος ἐφάνη, οὕτως καὶ τοῦ πνεύματος τοῦ ἐν Ἡλίᾳ πάντοτε καθαρεύοντος, ὡς τοῦ Χριστοῦ. ἄδοξος ἡ πρώτη παρουσία νοηθῇ.

すると彼は言った。「そのとおりだ。」「では」と私は言う、「当時なおモーセが人々のうちに存命であったとき、神がモーセのうちにあった霊から移してヨシュアの上に置かれたのと同じように、エリヤからヨハネへと移すことも、神には可能であった。それは、キリストが最初の来臨において栄光なき者として現れたのと同じように、エリヤのうちにあった、常にキリストのように清らかであったその霊についても、最初の来臨が栄光なきものとして理解されるためである。」

Dialogus cum Tryphone Iudaeo 49.8

8

Κρυφίᾳ γὰρ χειρὶ ὁ κύριος πολεμεῖν τὸν Ἀμαλὴκ εἴρηται, καὶ ὅτι ἔπεσεν ὁ Ἀμαλὴκ οὐκ ἀρνήσεσθε. Εἰ δὲ ἐν τῇ ἐνδόξῳ παρουσίᾳ τοῦ Χριστοῦ πολεμηθήσεσθαι τὸν Ἀμαλὴκ μόνον λέγεται, ποῖος καρπὸς ἔσται τοῦ λόγου. ὅς φησι· Κρυφίᾳ χειρὶ ὁ θεὸς πολεμεῖ τὸν Ἀμαλὴκ: Νοῆσαι δύνασθε ὅτι κρυφία δύναμις τοῦ θεοῦ γέγονε τῷ σταυρωθέντι Χριστῷ, ὃν καὶ τὰ δαιμόνια φρίσσει καὶ πᾶσαι ἁπλῶς αἱ ἀρχαὶ καὶ ἐξουσίαι τῆς γῆς.

「なぜなら、主は隠れた手をもってアマレクと戦ったと言われており、アマレクが倒れたことは、諸君も否定しないであろうから。しかし、もしキリストの栄光ある来臨において戦われるのがアマレクだけであると言われるならば、『神は隠れた手をもってアマレクと戦われる』と語るその言葉の実りは、いったいどのようなものであろうか。諸君は理解できるはずである。すなわち、隠れた神の力は、十字架につけられたキリストのうちにあったのであり、悪霊どもも、地上のおよそすべての支配と権威も、彼を前にして震え上がるのである。」