ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XLVI 第XLVI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 7 sectiones

Dialogus cum Tryphone Iudaeo 46.1

1

Ἐὰν δέ τινες καὶ νῦνζῆν βούλωνται φυλάσσοντες τὰ διὰ Μωσέως διαταχθέντα καὶ πιστεύσωσιν ἐπὶ τοῦτον τὸν σταυρωθέντα Ἰησοῦν, ἐπιγνόντες ὅτι αὐτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ καὶ αὐτῷ δέδοται τὸ κρῖναι πάντας ἁπλῶς καὶ αὐτοῦ ἐστιν ἡ αἰώνιος βασιλεία, δύνανται καὶ αὐτοὶ σωθῆναι; ἐπυνθάνετό μου.

「もし今なお、モーセを通して定められたことを守りながら生きることを望み、この十字架につけられたイエスを信じる者たちがいて、この方が神のキリストであり、すべての者を裁くことが彼に与えられており、永遠の王国が彼のものであると認めているならば、彼らもまた救われることができるのか。」と彼は私に尋ねた。

Dialogus cum Tryphone Iudaeo 46.2

2

Κἀγὼ πάλιν· Συσκεψώμεθα κἀκεῖνο, εἰ ἔνεστιν, ἔλεγον, φυλάσσειν τὰ διὰ Μωσέως διαταχθέντα ἅπαντα νῦν. Κἀκεῖνος ἀπεκρίνατο· Οὔ· γνωρίζομεν γὰρ ὅτι, ὡς ἔφης, οὔτε πρόβατον τοῦ πάσχα ἀλλαχόσε θύειν δυνατὸν οὔτε τοὺς τῇ νηστείᾳ κελευσθέντας προσφέρεσθαι χιμάρους οὔτε τὰς ἄλλας ἁπλῶς ἁπάσας προσφοράς. Κἀγώ· Τίνα οὖν ἃ δυνατόν ἐστι φυλάσσειν, παρακαλῶ, λέγε αὐτός· πεισθήσῃ γὰρ ὅτι μὴ φυλάσσων τὰ αἰώνια δικαιώματά τις ἢ πράξας σωθῆναι ἐκ παντὸς ἔχει. Κἀκεῖνος· Τὸ σαββατίζειν λέγω καὶ τὸ περιτέμνεσθαι καὶ τὸ τὰ ἔμμηνα φυλάσσειν καὶ τὸ βαπτίζεσθαι ἁψάμενόν τινος ὧν ἀπηγόρευται ὑπὸ Μωσέως ἢ ἐν συνουσίᾳ γενόμενον.

そこで私はまた言った。「あれについても、共に考えてみよう」と私は言った、「モーセを通して定められたことのすべてを今なお守ることが可能かどうかを。」すると彼は答えた。「不可能だ。なぜなら、我々は、お前が言ったとおり、過越の小羊をほかの場所で屠ることも、断食の日に献げるよう命じられた雄山羊たちも、そのほかおよそいっさいの献げ物も、不可能であると知っているからだ。」そこで私は言った。「では、守ることが可能なものは何であるか、お願いだから、お前自身が言ってくれ。そうすれば、永遠の定めを守らなくとも、あるいは行わなくとも、およそ誰かが救われうるということを、お前は納得するであろう。」すると彼は言った。「安息日を守ることと、割礼を受けることと、月のものを守ることと、モーセによって禁じられているものに触れた場合や、交わりを持った場合に沐浴することを、私は言っている。」

Dialogus cum Tryphone Iudaeo 46.3

3

Κἀγὼ ἔφην· Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Νῶε καὶ Ἰώβ, καὶ εἴ τινες ἄλλοι γεγόνασι πρὸ τούτων ἢ μετὰ τούτους ὁμοίως δίκαιοι, λέγω δὲ καὶ Σάρραν τὴν γυναῖκα τοῦ Ἀβραάμ, καὶ Ῥεβέκκαν τὴν τοῦ Ἰσαάκ, καὶ Ῥαχὴλ τὴν τοῦ Ἰακώβ, καὶ Λείαν, καὶ τὰς λοιπὰς ἄλλας τὰς τοιαύτας μέχρι τῆς Μωσέως, τοῦ πιστοῦ θεράποντος, μητρός, μηδὲν τούτων φυλάξαντες, εἰ δοκοῦσιν ὑμῖν σωθήσεσθαι; Καὶ ὁ Τρύφων ἀπεκρίνατο· Οὐ περιετέτμητο Ἀβραὰμ καὶ οἱ μετ᾿ αὐτόν;

そこで私は言った。「アブラハムとイサクとヤコブと、ノアと、ヨブと、そのほか、これらより前に、あるいはこれらより後に、同じように正しい者となった者たちがいるならば、その者たち——そしてアブラハムの妻サラ、イサクの妻リベカ、ヤコブの妻ラケルとレアと、そのほかそのような女たちも言うが——彼らはモーセ、あの忠実な僕の母に至るまで、これらのことを何一つ守らなかったが、諸君の考えでは彼らは救われるのか。」するとトリュフォンは答えた。「アブラハムと、彼の後の者たちは割礼を受けていなかったか。」

Dialogus cum Tryphone Iudaeo 46.4

4

Κἀγώ· Ἐπίσταμαι, ἔφην, ὅτι περιετέτμητο Ἀβραὰμ καὶ οἱ μετ᾿ αὐτόν· διὰ τί δὲ ἐδόθη αὐτοῖς ἡ περιτομή, ἐν πολλοῖς τοῖς προλελεγμένοις εἶπον, καὶ εἰ μὴ δυσωπεῖ ὑμᾶς τὰ λεγόμενα, πάλιν ἐξετάσωμεν τὸν λόγον. Ὅτι δὲ μέχρι Μωσέως οὐδεὶς ἁπλῶς δίκαιος οὐδὲν ὅλως τούτων περὶ ὧν ἐζητοῦμεν ἐφύλαξεν οὐδὲ ἐντολὴν ἔλαβε φυλάσσειν, πλὴν τὴν ἀρχὴν λαβούσης ἀπὸ Ἀβραὰμ τῆς περιτομῆς, ἐπίστασθε. Κἀκεῖνος· Ἐπιστάμεθα, ἔφη, καὶ ὅτι σώζονται ὁμολογοῦμεν.

そこで私は言った。「アブラハムと、彼の後の者たちが割礼を受けていたことは、私も知っている」と私は言った、「しかし、なぜ彼らに割礼が与えられたのかについては、先に述べたことの多くの中で語った。もし語られたことが諸君の心を動かさないのであれば、再びこの論を検討しよう。しかし、モーセに至るまで、およそ正しい者は誰一人、我々が求めていたこれらのことのうち何ひとつも守らなかったし、それを守るようにという掟も受けなかったということ——ただ、アブラハムから始まった割礼だけは別として——を、諸君は知っている。」すると彼は言った。「我々は知っている」と彼は言った、「そして彼らが救われることも認める。」

Dialogus cum Tryphone Iudaeo 46.5

5

Κἀγὼ πάλιν· Διὰ τὸ σκληροκάρδιον τοῦ λαοῦ ὑμῶν πάντα τὰ τοιαῦτα ἐντάλματα νοεῖτε τὸν θεὸν διὰ Μωσέως ἐντειλάμενον ὑμῖν, ἵνα διὰ πολλῶν τούτων ὲν πάσῃ πράξει πρὸ ὀφθαλμῶν ἀεὶ ἔχητε τὸν θεὸν καὶ μήτε ἀδικεῖν μήτε ἀσεβεῖν ἄρχησθε. Καὶ γὰρ τὸ κόκκινον ῥάμμα περιτιθέναι αὐτοῖς ἐνετείλατο ὑμῖν, ἵνα διὰ τούτου μὴ λήθη ὑμᾶς λαμβάνῃ τοῦ θεοῦ, καὶ φυλακτήριον ἐν ὑμέσι λεπτοτάτοις γεγραμμένων χαρακτήρων τινῶν, ἃ πάντως ἅγια νοοῦμεν εἶναι, περικεῖσθαι ὑμᾶς ἐκέλευσε, καὶ διὰ τούτων δυσωπῶν ὑμᾶς ἀεὶ μνήμην ἔχειν τοῦ θεοῦ, ἅμα τε καὶ ἔλεγχον ἐν ταῖς καρδίαις ὑμῶν.

そこで私はまた言った。「諸君の民の心の頑なさのゆえに、神がモーセを通して諸君にこれらすべての掟を定められたのだと、諸君は理解するがよい。それは、こうした多くのことを通して、あらゆる行いにおいて常に神を目の前に置き、不正をも不敬虔をも始めないようにするためである。そして実に、神は諸君に赤い糸を身に着けるよう命じたが、それは、それによって諸君が神を忘れることのないようにするためであり、また、きわめて薄い皮に何らかの文字が記された護符——我々はそれをまったく聖なるものと考えるが——を身に着けるよう諸君に命じたのであり、これらを通して、諸君に神の記憶を常に持たせ、また諸君の心の中に戒めを持たせようとして、諸君を説き伏せようとされたのである。」

Dialogus cum Tryphone Iudaeo 46.6

6

Οὐ δὲ μικρὰν μνήμην ἔχετε τοῦ θεοσεβεῖν, καὶ οὐδ᾿ οὕτως ἐπείσθητε μὴ εἰδωλολατρεῖν, ἀλλ᾿ ἐπὶ Ἡλίου ὀνομάζων τὸν ἀριθμὸν τῶν μὴ καμψάντων γόνυ τῇ Βάαλ, ἑπτακισχιλίους τὸν ἀριθμὸν ὄντας εἶπε, καὶ ἐν τῷ Ἡσαίᾳ καὶ τὰ τέκνα ὑμῶν θυσίαν πεποιηκέναι τοῖς εἰδώλοις ἐλέγχει ὑμᾶς.

「しかし諸君は、神を敬うことについて、わずかな記憶さえ持っていない。そしてそれほどまでにしても、諸君は偶像礼拝をしないようには説き伏せられなかった。それどころか、エリヤの時代について語るとき、神はバアルに膝をかがめなかった者たちの数を挙げて、七千人であったと言われ、またイザヤにおいては、諸君の子どもたちさえも偶像への供犠としたことを、諸君に対して論駁しているのである。」

Dialogus cum Tryphone Iudaeo 46.7

7

Ἡμεῖς δὲ, ὑπὲρ τοῦ μὴ θυσιάζειν οἶς πάλαι ἐθύομεν, ὑπομένομεν τὰς ἐσχάτας τιμωρίας, καὶ θανατούμενοι χαίρομεν, πιστεύοντες ὅτι ἀναστήσει ἡμᾶς ὁ θεὸς διὰ τοῦ Χριστοῦ αὐτοῦ καὶ ἀφθάρτους καὶ ἀπαθεῖς καὶ ἀθανάτους ποιήσει· καὶ οὐδὲν συμβάλλεσθαι πρὸς δικαιοπραξίαν καὶ εὐσέβειαν τὰ διὰ τὴν σκληροκαρδίαν τοῦ λαοῦ ὑμῶν διαταχθέντα γινώσκομεν.

「しかし我々は、かつて供犠を献げていたものに供犠を献げないがゆえに、この上ない刑罰を耐え忍んでおり、死に至らしめられても喜んでいる。それは、神が彼のキリストを通して我々を甦らせ、朽ちることなく、情念を受けることなく、不死なる者としてくださると信じているからである。そして、諸君の民の心の頑なさのゆえに定められたことどもが、正しい行いと敬虔とに何ら寄与しないことを、我々は知っているのである。」