ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXXXIII 第CXXXIII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 133.1

1

Καί, τούτων καὶ πάντων τῶν τοιούτων παραδόξων καὶ θαυμαστῶν ὑμῖν γενομένων τε καὶ ὁρωμένων κατὰ καιρούς, ἐλέγχεσθε καὶ διὰ τῶν προφητῶν μέχρι τοῦ καὶ τὰ ἑαυτῶν τέκνα τεθυκέναι τοῖς δαιμονίοις καὶ ἐπὶ τούτοις πᾶσι τοιαῦτα τετολμηκέναι εἰς τὸν Χριστὸν καὶ ἔτι τολμᾶν, ἐφ᾿ οἷς πᾶσι γένοιτο ὑμῖν, ἔλεος παρὰ τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ λαβοῦσι, σωθῆναι.

そしてこれらすべて、このような並外れた驚くべきことが、諸君に折々起こり、また見られたにもかかわらず、諸君は預言者たちによっても告発されている——自分の子供たちを悪霊どもに供犠したことに至るまで、そしてこれらすべてに加えて、キリストに対してこのような大胆なことをあえて行い、なお行い続けていることについても。これらすべてにもかかわらず、諸君に、神とそのキリストからの憐れみが与えられ、それを受けて救われることがあるように。

Dialogus cum Tryphone Iudaeo 133.2

2

Διὰ γὰρ τοῦ προφήτου Ἡσαίου προεπιστάμενος ὁ θεὸς ταῦτα μέλλειν ὑμᾶς ποιεῖν κατηράσατο οὕτως· Οὐαὶ τῇ ψυχῇ αὐτῶν· βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς καὶ οἱ ἀπαιτοῦντες κυριεύσουσιν ὑμῶν.

なぜなら、預言者イザヤを通して、神は諸君がこれから行おうとしていることを予め知って、このように呪いを語ったからである。『彼らの魂に禍あれ。彼らは自分自身に対して悪しき計らいを謀り、こう言った——「正しい者を縛ろう、彼は我々にとって扱いにくいから。」それゆえ、彼らは自分の業の実りを食べるであろう。不法な者に禍あれ。その手の業に応じて、悪しきことが彼の身に起こるであろう。我が民よ、汝らの取り立て人は汝らを刈り取り、取り立てる者どもは汝らを支配するであろう。』

Dialogus cum Tryphone Iudaeo 133.3

3

Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ὁδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν τὸν λαὸν αὐτοῦ, καὶ αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καί τῶν ἀρχόντων αὐτοῦ· Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Ὑμεῖς τί ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν ταπεινῶν κατῃσχύνατε;

『我が民よ、汝らを幸いと呼ぶ者どもは汝らを迷わせ、汝らの道の小道を乱す。しかし今、〔主は〕その民を裁きに立たせるであろう。そして主ご自身が、民の長老たちと支配者たちとともに、裁きに来るであろう。——汝らはなぜ我が葡萄畑を焼いたのか。貧しい者から奪ったものが汝らの家々にあるではないか。汝らはなぜ我が民を虐げ、卑しい者たちの顔を辱めたのか。』

Dialogus cum Tryphone Iudaeo 133.4

4

Καὶ ἐν ἑτέροις πάλιν λόγοις ὁ αὐτὸς προφήτης εἰς τὸ αὐτὸ εἶπεν· Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς ἐν σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες· Τὸ τάχος αὐτοῦ ἐγγισάτω, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες.

そしてまた別の言葉において、同じ預言者はこれと同じことについてこう語った。『自分の罪を長い綱のように、また牛のくびきの紐のように、自分の不法を引き寄せる者どもに禍あれ。彼らはこう言う——「その速やかなことが近づくがよい、そして聖なるイスラエルの計らいが来るがよい、我々が知るために。」悪を善と言い、善を悪と言う者どもに禍あれ。光を闇とし、闇を光とする者ども、苦いものを甘いとし、甘いものを苦いとする者どもに。自分自身のうちで賢く、自分の前で物知りである者どもに禍あれ。』

Dialogus cum Tryphone Iudaeo 133.5

5

Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ τὸν οἶνον πίνοντες, καὶ οἱ δυνάσται, καὶ οἱ κιρνῶντες τὸ σίκερα, οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Διὰ τοῦτο, ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς καιομένης, ἡ ῥίζα ὡς χνοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον κυρίου σαβαώθ, ἀλλὰ τὸ λόγιον κυρίου τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Καὶ ἐθυμώθη ὀργῇ κύριος σαβαώθ, καὶ ἐπέβαλε τὰς χεῖρας ἐπ᾿ αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς καὶ παρωξύνθη ἐπὶ τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ἐν μέσῳ ὡς κοπρία ὁδοῦ· καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφησαν, ἀλλ᾿ ἔτι ἡ χεὶρ αὐτῶν ὑψηλή.

『汝らのうちの力ある者ども、酒を飲む者ども、権勢ある者ども、強い酒を調合する者どもに禍あれ。賄賂のゆえに不敬虔な者を義とし、正しい者の正義を取り除く者どもに。それゆえ、藁が炭火によって焼かれ、燃える炎によって共に焼き尽くされるように、彼らの根は塵のようになり、その花は埃のように舞い上がるであろう。彼らは万軍の主の律法を欲しなかったからであり、聖なるイスラエルの主の言葉を怒らせたからである。そして万軍の主は怒りをもって憤り、彼らの上に手を下し、彼らを打ち、山々に向かって憤られた。そして彼らの死骸は道の糞のように、その中にあった。そしてこれらすべてにおいても彼らは立ち返らず、なお彼らの手は高く上げられたままであった。』

Dialogus cum Tryphone Iudaeo 133.6

6

Ἔτι γὰρ ἀληθῶς ἡ χεὶρ ὑμῶν πρὸς κακοποιΐαν ὑψηλή, ὅτι καὶ τὸν Χριστὸν ἀποκτείναντες οὐδ᾿ οὕτως μετανοεῖτε, ἀλλὰ καὶ ἡμᾶς, τοὺς πιστεύσαντας δι᾿ αὐτοῦ τῷ θεῷ καὶ πατρὶ τῶν ὅλων, μισεῖτε καὶ φονεύετε, ὁσάκις ἂν λάβητε ἐξουσίαν, ἀδιαλείπτως δὲ καταρᾶσθε αὐτῷ τε ἐκείνῳ καὶ τοῖς ἀπ᾿ αὐτοῦ, πάντων ἡμῶν εὐχομένων ὑπὲρ ὑμῶν καὶ ὑπὲρ πάντων ἁπλῶς ἀνθρώπων, ὡς ὑπὸ τοῦ Χριστοῦ ἡμῶν καὶ κυρίου ποιεῖν ἐδιδάχθημεν, παραγγείλαντος ἡμῖν εὔχεσθαι καὶ ὑπὲρ τῶν ἐχθρῶν καὶ ἀγαπᾶν τοὺς μισοῦντας καὶ εὐλογεῖν τοὺς καταρωμένους.

なぜなら実に、諸君の手は今なお悪しきことをなすために高く上げられているからである。キリストを殺しておきながら、それでもなお悔い改めず、むしろ我々——この方を通して万物の神にして父を信じた者たち——を、諸君は憎み、権限を得るたびに殺している。そして絶えることなく、あの方ご自身とその方に属する者たちとを呪っている。それにもかかわらず、我々は皆、諸君のためにも、また単純にすべての人間のためにも祈っている。それは我々の主キリストによって行うようにと教えられたとおりであり、この方は我々に、敵のためにも祈ること、憎む者を愛すること、呪う者を祝福することを命じられたのである。