ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXXVIII 第CXXVIII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 128.1

1

Καὶ ὅτι κύριος ὢν ὁ Χριστός, καὶ θεὸς θεοῦ υἱὸς ὑπάρχων, καὶ δυνάμει φαινόμενος πρότερον ὡς ἀνὴρ καὶ ἄγγελος, καὶ ἐν πυρὸς δόξῃ, ὡς ἐν τῇ βάτῳ, πέφανται καὶ ἐπὶ τῆς κρίσεως τῆς γεγενημένης ἐπὶ Σόδομα, ἀποδέδεικται ἐν πολλοῖς τοῖς εἰρημένοις. Ἀνιστόρουν δὲ πάλιν ἅ καὶ προέγραψα ἀπὸ τῆς Ἐξόδου πάντα, περί τε τῆς ὀπτασίας τῆς ἐπὶ τῆς βάτου καὶ τῆς ἐπικλήσεως τοῦ Ἰησοῦ ὀνόματος, καὶ ἐπέλεγον·

「キリストが主であり、神である神の子であり、力によって以前には人また御使いとして現れたこと、柴におけるがごとく火の栄光の中に現れたこと、そしてソドムに対して行われた裁きの折にも現れたことは、既に語られた多くのことにおいて証示されている。」私はまた、『出エジプト記』から先に書き記したことすべて、すなわち柴における顕現について、そしてイエスという名の呼び求めについて、再び物語り、こう言い添えた。

Dialogus cum Tryphone Iudaeo 128.2

2

Καὶ μὴ νομίζητε, ὦ οὗτοι, ὅτι περιττολογῶν ταῦτα λέγω πολλάκις, ἀλλ᾿ ἐπεὶ γινώσκω καί τινας προλέγειν ταῦτα βουλομένους, καὶ φάσκειν τὴν δύναμιν τὴν παρὰ τοῦ πατρὸς τῶν ὅλων φανεῖσαν τῷ Μωσεῖ ἤ τῷ Ἀβραὰμ ἢ τῷ Ἰακὼβ ἄγγελον καλεῖσθαι ὲν τῇ πρὸς ἀνθρώπους προόδῳ, ἐπειδὴ δι᾿ αὐτῆς τὰ παρὰ τοῦ πατρὸς τοῖς ἀνθρώποις ἀγγέλλεται, δόξαν δέ, ἐπειδή ἐν ἀχωρήτῳ ποτὲ φαντασίᾳ φαίνεται, ἄνδρα δέ ποτε καὶ ἄνθρωπον καλεῖσθαι, ἐπειδὴ ἐν μορφαῖς τοιαύταις σχηματιζόμενος φαίνεται αἷσπερ βούλεται ὁ πατήρ· καὶ λόγον καλοῦσιν, ἐπειδὴ καὶ τὰς παρὰ τοῦ πατρὸς ὁμιλίας φέρει τοῖς ἀνθρώποις.

「諸君よ、私がこのようなことを繰り返し語るのは、無駄口を叩いているのだと思ってはならない。私は、ある者たちがこれを先取りして語ろうと望み、次のように主張していることを知っているからである——万物の父のもとから、モーセに、あるいはアブラハムに、あるいはヤコブに現れたその力は、人間へのその進み出において御使いと呼ばれる。それを通して父のもとからのことが人間に告げ知らされるからである。また、それはある時、収まりきらぬ現れ方で現れるので、栄光とも呼ばれる。また、父が欲するとおりの姿に形づくられて現れるので、男とも人とも、ある時呼ばれる。そして彼らはそれをロゴスとも呼ぶ、それもまた父のもとからの語りかけを人間にもたらすからである、と。」

Dialogus cum Tryphone Iudaeo 128.3

3

Ἄτμητον δὲ καὶ ἀχώριστον τοῦ πατρὸς ταύτην τὴν δύναμιν ὑπάρχειν, ὅνπερ τρόπον τὸ τοῦ ἡλίου φασὶ φῶς ἐπὶ γῆς εἶναι ἄτμητον καὶ ἀχώριστον ὄντος τοῦ ἡλίου ἐν τῷ οὐρανῷ· καί, ὅταν δύσῃ, συναποφέρεται τὸ φῶς· οὕτως ὁ πατήρ, ὅταν βούληται, λέγουσι, δύναμιν αὐτοῦ προπηδᾶν ποιεῖ, καί, ὅταν βούληται, πάλιν ἀναστέλλει εἰς ἑαυτόν. Κατὰ τοῦτον τὸν τρόπον καὶ τοὺς ἀγγέλους ποιεῖν αὐτὸν διδάσκουσιν.

「また、この力は父から切り離されることも分離されることもないものである、ちょうど、太陽の光が地上にあると言われるが、太陽自身は天にあって切り離されることも分離されることもないのと同じ仕方で、と〔彼らは言う〕。太陽が沈む時、光も共に去って行く。それと同じように、父は、欲する時、自らの力を進み出させ、また欲する時、再びそれを自らのうちに収める、と彼らは言う。この仕方によって、〔父が〕天使たちをも造る、と彼らは教えている。」

Dialogus cum Tryphone Iudaeo 128.4

4

Ἀλλ᾿ ὅτι μὲν οὗν εἰσὶν ἄγγελοι, καὶ ἀεὶ μένοντες καὶ μὴ ἀναλυόμενοι εἰς ἐκεῖνο ἐξ οὗπερ γεγόνασιν, ἀποδέδεικται· καὶ ὅτι δύναμις αὕτη, ἣν καὶ θεὸν καλεῖ ὁ προφητικὸς λόγος, ὡς διὰ πολλῶν ὡσαύτως ἀποδέδεικται, καὶ ἄγγελον, οὐχ ὡς τὸ τοῦ ἡλίου φῶς ὀνόματι μόνον ἀριθμεῖται, ἀλλὰ καὶ ἀριθμῷ ἕτερόν τί ἐστι, καὶ ἐν τοῖς προειρημένοις διὰ βραχέων τὸν λόγον ἐξήτασα, εἰπὼν τὴν δύναμιν ταύτην γεγεννῆσθαι ἀπὸ τοῦ πατρός, δυνάμει καὶ βουλῇ αὐτοῦ, ἀλλ᾿ οὐ κατὰ ἀποτομήν, ὡς ἀπομεριζομένης τῆς τοῦ πατρὸς οὐσίας, ὁποῖα τὰ ἅλλα πάντα μεριζόμενα καὶ τεμνόμενα οὐ τὰ αὐτά ἐστιν ἅ καὶ πρὶν τμηθῆναι· καὶ παραδείγματος χάριν παρειλήφειν ὡς τὰ ἀπὸ πυρὸς ἀναπτόμενα πυρὰ ἕτερα ὁρῶμεν, οὐδὲν ἐλαττουμένου ἐκείνου, ἐξ οὗ ἀναφθῆναι πολλὰ δύνανται, ἀλλὰ ταὐτοῦ μένοντος.

「しかし天使たちが存在し、常にとどまって、それらが生じたその源に再び溶け込むことがないことは、既に証示されている。そしてこの力——預言の言葉がこれを神とも呼び、また同様に多くの語られたことによって証示されているように、御使いとも呼ぶ——は、太陽の光のように名においてのみ数えられるのではなく、数においても別のものである。そして先に語られたことにおいて、私はこの論を手短に検討し、この力が父から、その力と計らいによって生み出されたのであって、他のすべてのものが分かたれ切り離される時にそうであるように、父の実体から切り取られることによって生じたのではない、と語った。他のすべてのものは分かたれ切り離されれば、切り離される前と同じものではなくなる。そして例として、火から燃え移った他の火を我々は見るが、それによって、それを燃え移らせるもととなった火が何ら減じることなく、同じままにとどまっていることを、私は取り上げていた。」