Dialogus cum Tryphone Iudaeo 42.1
Ἀλλὰ καὶ τὸ δώδεκα κώδωνας ἐξῆφθαι τοῦ ποδήρους τοῦ ἀρχιερέως παραδεδόσθαι τῶν δώδεκα ἀποστόλων τῶν ἐξαφθέντων ἀπὸ τῆς δυνάμεως τοῦ αἰωνίου ἱερέως Χριστοῦ, δι᾿ ὧν τῆς φωνῆς ἡ πᾶσα γῆ τῆς δόξης καὶ χάριτος τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ἐπληρώθη, σύμβολον ἦν. Διὸ καὶ ὁ Δαυῒδ λέγει· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
「さらに、大祭司の長い衣の裾に十二の鈴が付けられていたことも、永遠の祭司キリストの力から出た十二使徒たちの、しるしとして伝えられたものであった。彼らの声によって全地は神とそのキリストの栄光と恩寵とに満たされたのである。それゆえダビデも言っている。『その声は全地に出て行き、その言葉は世界の果てにまで及んだ。』」
Dialogus cum Tryphone Iudaeo 42.2
Καὶ ὁ Ἡσαΐας ὡς ἀπὸ προσώπου τῶν ἀποστόλων, λεγόντων τῷ Χριστῷ ὅτι οὐχὶ τῇ ἀκοῇ αὐτῶν πιστεύουσιν ἀλλὰ τῇ αὐτοῦ τοῦ πέμψαντος αὐτοὺς δυνάμει, διὰ τοῦτο λέγει οὕτως· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ, καὶ τὰ ἑξῆς τῆς προφητείας προλελεγμένα.
「そしてイザヤは、使徒たちの人格において——彼らが、自分たちの聞くところによってではなく、自分たちを遣わした方御自身の力によって、人々が信じるのだとキリストに向かって言っているところとして——それゆえこう言っている。『主よ、誰が我々の聞いたところを信じたでしょうか。主の御腕は誰に現されたでしょうか。我々は御前に、幼子のように、乾いた地に生えた根のように、告げ知らせました。』——そしてそれに続く預言の言葉も、先に述べられたとおりである。」
Dialogus cum Tryphone Iudaeo 42.3
Τὸ δὲ εἰπεῖν τὸν λόγον ὡς ἀπὸ προσώπου πολλῶν Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ, καὶ ἐπαγαγεῖν Ὡς παιδίον, δηλωτικὸν τοῦ τοὺς πονηροὺς ὑπηκόους αὐτοῦ γενομένους ὑπηρετῆσαι τῇ κελεύσει αὐτοῦ καὶ πάντας ὡς ἓν παιδίον γεγενῆσθαι. Ὁποῖον καὶ ἐπὶ τοῦ σώματος ἔστιν ἰδεῖν· πολλῶν ἀριθμουμένων μελῶν τὰ σύμπαντα ἓν καλεῖται καὶ ἔστι σῶμα· καὶ γὰρ δῆμος καὶ ἐκκλησία, πολλοὶ τὸν ἀριθμὸν ὄντες ἄνθρωποι, ὡς ἓν ὄντες πρᾶγμα τῇ μιᾷ κλήσει καλοῦνται καὶ προσαγορεύονται.
「さて、その言葉を多くの者の人格において『我々は御前に告げ知らせました』と言い、そこに『幼子のように』と付け加えたことは、彼に従う者となった悪しき者たちがその命令に仕え、皆が一人の幼子のようになったことを示すものである。これは肉体においても見ることができる。すなわち、数えれば多くの肢体が、その全体としては一つと呼ばれ、また一つの肉体であるのと同じである。実際、民衆も教会も、数において多くの人間でありながら、一つのものとして、一つの呼び名によって呼ばれ、名指されるのである。」
Dialogus cum Tryphone Iudaeo 42.4
Καὶ τὰ ἄλλα δὲ πάντα ἁπλῶς, ὦ ἄνδρες, ἔφην, τὰ ὑπὸ Μωσέως διαταχθέντα δύναμαι καταριθμῶν ἀποδεικνύναι τύπους καὶ σύμβολα καὶ καταγγελίας τῶν τῷ Χριστῷ γίνεσθαι μελλόντων καὶ τῶν εἰς αὐτὸν πιστεύειν προεγνωσμένων καὶ τῶν ὑπ᾿ αὐτοῦ τοῦ Χριστοῦ ὁμοίως γίνεσθαι μελλόντων. Ἀλλ᾿ ἐπειδὴ καὶ ἃ κατηριθμησάμην τανῦν ἱκανὰ δοκεῖ μοι εἶναι, ἐπὶ τὸν λόγον τῇ τάξει παριὼν ἔρχομαι.
「そしてまた、方々よ」と私は言った、「モーセによって定められたそのほかのことも、およそすべて、私はキリストに起こるはずのことどもの予型とし、しるしとし、告知であると数え上げて示すことができるし、また彼を信じるであろうとあらかじめ知られていた者たちについても、同じくキリスト御自身によって起こるはずのことどもについても、同様に示すことができる。しかし、今数え上げたことどもだけでも十分であると私には思われるので、順序に従って論を先へ進めることにする。」