ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XXVI 第XXVI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 26.1

1

Κἀγώ· Οὐ τοῦτό φημι. ἀλλ᾿ οἱ τὸν Χριστὸν διώξαντες καὶ διώκοντες καὶ μὴ μετανοοῦντες οὐ κληρονομήσουσιν ἐν τῷ ὄρει τῷ ἁγίῳ οὐδέν· τὰ δὲ ἔθνη τὰ πιστεύσαντα εἰς αὐτὸν καὶ μετανοήσαντα ἐφ᾿ οἷς ἥμαρτον, αὐτοὶ κληρονομήσουσι μετὰ τῶν πατριαρχῶν καὶ τῶν προφητῶν καὶ τῶν δικαίων ὅσοι ἀπὸ Ἰακὼβ γεγέννηνται· εἰ καὶ μὴ σαββατίζουσι μηδὲ περιτέμνονται μηδὲ τὰς ἑορτὰς φυλάσσουσι, πάντως κληρονομήσουσι τὴν ἁγίαν τοῦ θεοῦ κληρονομίαν.

そして私は言った。「私はそう言っているのではない。むしろ、キリストを迫害した者たち、迫害している者たち、そして悔い改めない者たちは、聖なる山において何も相続しないだろう。しかし彼を信じ、自分たちが犯した罪について悔い改めた諸国民は、族長たちや預言者たち、そしてヤコブから生まれたすべての正しい者たちとともに相続するだろう。たとえ彼らが安息日を守らず、割礼も受けず、祭りも守らなくとも、彼らは間違いなく神の聖なる嗣業を相続するだろう。」

Dialogus cum Tryphone Iudaeo 26.2

2

Λέγει γὰρ ὁ θεὸς διὰ Ἡσαΐου οὕτως· Ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἰσχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.

「神はイザヤを通してこう言われるからである。『私、主なる神は、汝を正義のうちに呼んだ。そして汝の手を握り、汝を強くし、汝を族の契約として、諸国民の光として与えた。盲人の目を開き、繋がれた者たちを縄目から、闇に座す者たちを牢獄の家から導き出すために。』」

Dialogus cum Tryphone Iudaeo 26.3

3

Καὶ πάλιν· Ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε ταῖς θυγατράσι Σιών· ἰδού σοι ὁ σωτὴρ παραγέγονεν ἀπέχων τὸν ἑαυτοῦ μισθόν, καὶ τὸ ἔργον ἀπὸ προσώπου αὐτοῦ. Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ κυρίου, σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐ καταλελειμμένη. Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ., ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; οὗτος ὡραῖος ἐν στολῇ, ἀναβαίνων βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.

「そして再び、『諸国民に向かって旗印を掲げよ。見よ、主は地の果てにまで聞こえるようにされたのだから。シオンの娘たちに告げよ。見よ、汝の救い主が到来した。彼自身の報いを携え、その業をその御前に伴って。そして彼はその者を、主によって贖われた聖なる民と呼び、汝は尋ね求められる都、見捨てられない都と呼ばれるだろう。これは誰か、エドムから来る者は。ボツラから来る、その衣の赤さは。衣も麗しく、力に満ちて勢いよく上って来るこの者は。私は正義と救いの裁きを語る。』」

Dialogus cum Tryphone Iudaeo 26.4

4

Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; πλήρης καταπεπατημένης ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ᾿ ἐμοῦ· καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. Ἡμέρα γὰρ ἀνταποδόσεως ἦλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι. Καὶ ἐπέβλεψα καὶ οὐκ ἦν βοηθός, καὶ προσενόησα καὶ οὐδεὶς ἀντελάβετο· καὶ ἐρρύσατο ὁ βραχίων, καὶ ὁ θυμός μου ἐπέστη· καὶ κατεπάτησα αὐτοὺς ἐν τῇ ὀργῇ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.

「『なぜ汝の衣は赤く、汝の装いは踏みつぶされた酒ぶねから出たかのようなのか。踏みつぶされて満ちた酒ぶねを、私はただひとりで踏んだ。諸国民のうちに私とともにある者はいない。私は怒りをもって彼らを踏みつけ、地のように彼らを打ち砕き、彼らの血を地に流し下した。報復の日が彼らに来たのだから、贖いの年が今ある。私は見渡したが、助ける者はなく、心を留めたが、誰も助け起こす者はなかった。それゆえ、私の腕が救い出し、私の怒りが臨んだ。私は怒りのうちに彼らを踏みつけ、彼らの血を地に流し下した。』」