Dialogus cum Tryphone Iudaeo 33.1
Καὶ τοῦτον τὸν ψαλμὸν ὅτι εἰς τὸν Ἐζεκίαν τὸν βασιλέα εἰρῆσθαι ἐξηγεῖσθαι τολμᾶτε, οὐκ ἀγνοῶ, ἐπεῖπον· ὅτι δὲ πεπλάνησθε, ἐξ αὐτῶν τῶν λόγων αὐτίκα ὑμῖν ἀποδείξω. Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, εἴρηται, καί· Σὸ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τὰ ἐπαγόμενα καὶ τὰ προάγοντα. Ἱερεὺς δὲ ὅτι οὔτε γέγονεν Ἐζεκίας οὔτε ἐστὶν αἰώνιος ἱερεὺς τοῦ θεοῦ, οὐδὲ ὑμεῖς ἀντειπεῖν τολμήσετε· ὅτι δὲ περὶ τοῦ ἡμετέρου Ἰησοῦ εἴρηται, καὶ αὐταὶ αἱ φωναὶ σημαίνουσι. Τὰ δὲ ὦτα ὑμῶν πέφρακται καὶ αἱ καρδίαι πεπώρωνται.
「そしてこの詩篇を、諸君がヒゼキヤ王について語られたものだと敢えて説くことを、私は知らないわけではない――と私は言い添えた――。しかし諸君が惑わされていることを、まさにその言葉自体から今すぐ諸君に示そう。『主は誓われ、悔いることはない』と言われ、また『汝はメルキゼデクの位に従い、永遠に祭司である』と、それに続く言葉と先立つ言葉とともに言われている。ヒゼキヤが祭司となったこともなければ、神の永遠の祭司でもないことは、諸君も敢えて反論はしないだろう。しかしこれが我々のイエスについて語られたものであることは、まさにその言葉そのものが示している。しかるに諸君の耳は塞がれ、心は頑なにされている。」
Dialogus cum Tryphone Iudaeo 33.2
Τὸ γὰρ Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· μεθ᾿ ὅρκου ὁ θεὸς διὰ τὴν ἀπιστίαν ὑμῶν ἀρχιερέα αὐτὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ εἶναι ἐδήλωσε, τουτέστιν, ὃν τρόπον ὁ Μελχισεδὲκ ἱερεὺς ὑψίστου ὑπὸ Μωσέως ἀναγέγραπται γεγενῆσθαι, καὶ οὗτος τῶν ἐν ἀκροβυστίᾳ ἱερεὺς ἦν, καὶ τὸν ἐν περιτομῇ δεκάτας αὐτῷ προσενέγκαντα Ἀβραὰμ εὐλόγησεν, οὕτως τὸν αἰώνιον αὐτοῦ ἱερέα, καὶ κύριον ὑπὸ τοῦ ἁγίου πνεύματος καλούμενον, ὁ θεὸς τῶν ἐν ἀκροβυστίᾳ γενήσεσθαι ἐδήλου· καὶ τοὺς ἐν περιτομῇ προσιόντας αὐτῷ, τουτέστι πιστεύοντας αὐτῷ καὶ τὰς εὐλογίας παρ᾿ αὐτοῦ ζητοῦντας, καὶ αὐτοὺς προσδέξεται καὶ εὐλογήσει. Καὶ ὅτι ταπεινὸς ἔσται πρῶτον ἄνθρωπος, εἶτα ὑψωθήσεται, τὰ ἐπὶ τέλει τοῦ ψαλμοῦ δηλοῖ. Ἐκ χειμάρρου γὰρ ἐν ὁδῷ πίεται, καὶ ἅμα· Διὰ τοῦτο ὑψώσει κεφαλήν.
「というのも、『主は誓われ、悔いることはない、汝はメルキゼデクの位に従い、永遠に祭司である』というこの言葉によって、神は誓いをもって、諸君の不信仰のゆえに、彼〔キリスト〕がメルキゼデクの位に従う大祭司であることを明らかにされたのである。すなわち、メルキゼデクがモーセによって、至高者の祭司として生まれたと書き記されているように、そしてこの者〔メルキゼデク〕が無割礼の者たちの祭司であり、割礼を受けてこの者に十分の一を献げたアブラハムを祝福したように、そのように、彼の永遠の祭司であり、聖なる霊によって主と呼ばれる方が、無割礼の者たちの祭司となることを、神は示されたのである。そして割礼を受けた者たちのうち彼のもとに近づく者たち、すなわち彼を信じ、彼からの祝福を求める者たちをも、彼は受け入れ祝福されるだろう。そして、まず人として低くされ、それから高められることを、詩篇の終わりの部分が示している。『彼は道すがら川から飲むだろう』とあり、同時に『それゆえ彼は頭を高く上げるだろう』とあるからである。」