Dialogus cum Tryphone Iudaeo 40.1
Τὸ μυστήριον οὖν τοῦ προβάτου, ὃ τὸ πάσχα θύειν ἐντέταλται ὁ θεὸς τύπος ἦν τοῦ Χριστοῦ, οὗ τῷ αἵματι κατὰ τὸν λόγον τῆς εἰς αὐτὸν πίστεως χρίονται τοὺς οἴκους ἑαυτῶν, τουτέστιν ἑαυτούς, οἱ πιστεύοντες εἰς αὐτόν· ὅτι γὰρ τὸ πλάσμα, ὃ ἔπλασεν ὁ θεὸς τὸν Ἀδάμ, οἶκος ἐγένετο τοῦ ἐμφυσήματος τοῦ παρὰ τοῦ θεοῦ, καὶ πάντες νοεῖν δύνασθε. Καὶ ὅτι πρόσκαιρος ἦν καὶ αὕτη ἡ ἐντολὴ, οὕτως ἀποδείκνυμι.
「さて、神が過越として屠るよう命じた小羊の奥義は、キリストの予型であった。信じる者たちは、彼への信仰の言葉に従って、その血によって自分たちの家、すなわち自分自身に塗るのである。というのも、神がアダムを形づくった、その形づくられたものが、神からの息吹の家となったということは、諸君も皆、理解できるはずだからである。そして、この掟もまた一時的なものであったということを、私は次のように証明する。」
Dialogus cum Tryphone Iudaeo 40.2
Οὐδαμοῦ θύεσθαι τὸ πρόβατον τοῦ πάσχα ὁ θεὸς συγχωρεῖ, εἰ μὴ ἐπὶ τόπῳ ᾧ ἐπικέκληται τὸ ὄνομα αὐτοῦ, εἰδὼς ὅτι ἐλεύσονται ἡμέραι μετὰ τὸ παθεῖν τὸν Χριστόν, ὅτε καὶ ὁ τόπος τῆς Ἱερουσαλὴμ τοῖς ἐχθροῖς ὑμῶν παραδοθήσεται καὶ παύσονται ἅπασαι ἁπλῶς προσφοραὶ γινόμεναι.
「神は、過越の小羊を屠ることを、御名が呼び求められる場所以外のどこであれ、認めておられない。それは、キリストが受苦した後に、エルサレムの地が諸君の敵どもに引き渡され、およそいっさいの献げ物が行われなくなる、そのような日々が来ることを、神が知っておられたからである。」
Dialogus cum Tryphone Iudaeo 40.3
Καὶ τὸ κελευσθὲν πρόβατον ἐκεῖνο ὀπτὸν ὅλον γίνεσθαι τοῦ πάθους τοῦ σταυροῦ, δι᾿ οὗ πάσχειν ἔμελλεν ὁ Χριστός, σύμβολον ἦν. Τὸ γὰρ ὀπτώμενον πρόβατον σχηματιζόμενον ὁμοίως τῷ σχήματι τοῦ σταυροῦ ὀπτᾶι· εἶς γὰρ ὄρθιος ὀβελίσκος διαπερονᾶται ἀπὸ τῶν κατωτάτω μερῶν μέχρι τῆς κεφαλῆς, καὶ εἷς πάλιν κατὰ τὸ μετάφρενον, ᾧ προσαρτῶνται καὶ αἱ χεῖρες τοῦ προβάτου.
「そして、あの命じられた小羊が全部あぶり焼きにされることは、キリストが受けるはずであった十字架の受苦のしるしであった。あぶり焼きにされる小羊は、十字架の形と同じように整えられてあぶり焼きにされるからである。すなわち、一本の垂直な串が、いちばん下の部分から頭まで刺し通され、もう一本が背中を横切って刺し通され、それに小羊の前肢が結びつけられるのである。」
Dialogus cum Tryphone Iudaeo 40.4
Καὶ οἱ ἐν τῇ νηστείᾳ δὲ τράγοι δύο ὅμοιοι κελευσθέντες γίνεσθαι, ὧν ὁ εἷς ἀποπομπαῖος ἐγίνετο, ὁ δὲ ἕτερος εἰς προσφοράν, τῶν δύο παρουσιῶν τοῦ Χριστοῦ καταγγελία ἦσαν· μιᾶς μέν, ἐν ᾗ ὡς ἀποπομπαῖον αὐτὸν παρεπέμψαντο οἱ πρεσβύτεροι τοῦ λαοῦ ὑμῶν καὶ οἱ ἱερεῖς, ἐπιβαλόντες αὐτῷ τὰς χεῖρας καὶ θανατώσαντες αὐτόν, καὶ τῆς δευτέρας δὲ αὐτοῦ παρουσίας, ὅτι ἐν τῷ αὐτῷ τόπῳ τῶν Ἱεροσολύμων ἐπιγνώσεσθε αὐτόν, τὸν ἀτιμωθέντα ὑφ᾿ ὑμῶν, καὶ προσφορὰ ἦν ὑπὲρ πάντων τῶν μετανοεῖν βουλομένων ἁμαρτωλῶν καὶ νηστευόντων ἣν καταλέγει Ἡσαίας νηστείαν, διασπῶντες στραγγαλιὰς βιαίων συναλλαγμάτων καὶ τὰ ἄλλα ὁμοίως τὰ κατηριθμημένα ὑπ᾿ αὐτοῦ, ἃ καὶ αὐτὸς ἀνιστόρησα, φυλάσσοντες, ἃ ποιοῦσιν οἱ τῷ Ἰησοῦ πιστεύοντες.
「そして、断食の日に定められて用意される、似通った二頭の雄山羊——その一頭は追放される山羊となり、もう一頭は献げ物とされる——は、キリストの二つの来臨の告知であった。すなわち一つは、諸君の民の長老たちと祭司たちが、彼を追放される山羊として送り出し、彼に手をかけて死に至らしめた、その来臨であり、また二つ目は、彼の再びの来臨であって、そこにおいて諸君は、諸君によって辱められた彼を、あのエルサレムの同じ場所において認めることになるのである。そして彼は、悔い改めようとし、イザヤが数え上げるあの断食を行うすべての罪ある者たちのための献げ物であった。すなわち、暴力ずくの契約の結び目を解き放ち、そのほか同様に、彼が数え上げた——私自身も語ったとおりの——事柄を守る者たちのためである。これらのことを、イエスを信じる者たちは行っているのである。」
Dialogus cum Tryphone Iudaeo 40.5
Καὶ ὅτι καὶ ἡ τῶν δύο τράγων τῶν νηστείᾳ κελευσθέντων προσφέρεσθαι προσφορὰ οὐδαμοῦ ὁμοίως συγκεχώρηται γίνεσθαι εἰ μὴ ἐν Ἱεροσολύμοις, ἐπίστασθε.
「そして、断食の日に献げるよう命じられた二頭の雄山羊の献げ物もまた、エルサレム以外のどこであれ、同様に行うことが認められていないということを、諸君は知っている。」