ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput X 第X章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 10.1

1

Ὡς δὲ ἀνεπαύσαντο, ἐγώ οὕτως αὐτοῖς πάλιν ἠρξάμην· Μὴ ἄλλο τί ἐστιν ὃ ἐπιμέμφεσθε ἡμᾶς, ἄνδρες φίλοι, ἢ τοῦτο ὅτι οὐ κατὰ τὸν νόμον βιοῦμεν, οὐδὲ ὁμοίως τοῖς προγόνοις ὑμῶν περιτεμνόμεθα τὴν σάρκα, οὐδὲ ὡς ὑμεῖς σαββατίζομεν; Ἥ καὶ ὁ βίος ἡμῶν καὶ τὸ ἦθος διαβέβληται παρ᾿ ὑμῖν; Τοῦτο δ᾿ ἐστὶν ὃ λέγω, μὴ καὶ ὑμεῖς πεπιστεύκατε περὶ ἡμῶν, ὅτι δὴ ἐσθίομεν ἀνθρώπους καὶ μετα τὴν εἰλαπίνην ἀποσβεννύντες τοὺς λύχνους ἀθέσμοις μίξεσιν ἐγκυλιόμεθα. ἢ αὐτὸ τοῦτο καταγινώσκετε ἡμῶν μόνον, ὅτι τοιούτοις προσέχομεν λόγοις καὶ οὐκ ἀληθεῖ, ὡς οἴεσθε, πιστεύομεν δόξῃ;

彼らが休むと、私はふたたびこのように彼らに語り始めた、「友人たちよ、諸君が我々を非難するのは、これ以外にはないのではないか。すなわち、我々が律法どおりに生きておらず、諸君の祖先たちと同じように肉に割礼を施しておらず、諸君のように安息日を守ってもいない、ということ以外には。それとも、我々の生活と品性そのものが、諸君のもとで悪しざまに言われているのか。私が言いたいのはこうだ。諸君もまた我々について、我々が人間を食らい、饗宴の後に灯を消して不法な交わりにふけっている、と信じているのではないか。それとも、まさにこの一点のみを我々に対して咎めているのか。すなわち、我々がそのような教えに固執し、諸君が思っているような真ならぬ考えを信じている、というこの一点のみを」。

Dialogus cum Tryphone Iudaeo 10.2

2

Τοῦτ᾿ ἔστιν ὃ θαυμάζομεν, ἔφη ὁ Τρύφων, περὶ δὲ ὧν οἱ πολλοὶ λέγουσιν, οὐ πιστεῦσαι ἄξιον· πόρρω γὰρ κεχώρηκε τῆς ἀνθρωπίνης φύσεως. Ὑμῶν δὲ καὶ τὰ ἐν τῷ λεγομένῳ εὐαγγελίῳ παραγγέλματα θαυμαστὰ οὕτως καὶ μεγάλα ἐπίσταμαι εἶναι, ὡς ὑπολαμβάνειν μηδένα δύνασθαι φυλάξαι αὐτά· ἐμοὶ γὰρ ἐμέλησεν ἐντυχεῖν αὐτοῖς.

「これこそが、我々が不思議に思っていることだ」とトリュフォンは言った。「だが多くの人々が言っていることについては、信じるに値しない。それは人間の本性からあまりにもかけ離れているからだ。だが、諸君のいわゆる福音書の中にある戒めは、あまりに驚くべき、あまりに大いなるものであり、誰もそれを守ることはできないだろうと私には思われる。というのも、私はそれらに目を通す機会があったからだ」。

Dialogus cum Tryphone Iudaeo 10.3

3

Ἐκεῖνο δὲ ἀποροῦμεν μάλιστα, εἰ ὑμεῖς, εὐσεβεῖν λέγοντες καὶ τῶν ἄλλων οἰόμενοι διαφέρειν, κατ᾿ οὐδὲν αὐτῶν ἀπολείπεσθε, οὐδὲ διαλλάσσετε ἀπὸ τῶν ἐθνῶν τὸν ὑμέτερον βίον, ἐν τῷ μήτε τὰς ἑορτὰς μήτε τὰ σάββατα τηρεῖν μήτε τὴν περιτομὴν ἔχειν, καὶ ἔτι, ἐπ᾿ ἄνθρωπον σταυρωθέντα τὰς ἐλπίδας ποιούμενοι, ὅμως ἐλπίζετε τεύξεσθαι ἀγαθοῦ τινος παρὰ τοῦ θεοῦ, μὴ ποιοῦντες αὐτοῦ τὰς ἐντολάς. Ἢ οὐκ ἀνέγνως, ὅτι Ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ἥτις οὐ περιτμηθήσεται τῇ ὀγδόῃ ἡμέρᾳ: Ὁμοίως δὲ καὶ περὶ τῶν ἀλλογενῶν καὶ περὶ τῶν ἀργυρωνήτων διέσταλται.

「だが我々が何よりも困惑するのは、諸君が、敬虔であると言い、他の者たちに勝っていると思いながらも、彼らと何ら変わるところがなく、諸国民から自分たちの生活を区別することもなく、祭りも安息日も守らず、割礼も受けていない、ということだ。そのうえなお、十字架につけられた一人の人間に望みを置きながら、それでも神から何か善いものを得ようと望み、その戒めを行っていないということだ。お前は読んだことがないのか、『八日目に割礼を受けない魂は、その族から絶たれるであろう』と書かれているのを。同様に、異邦の者たちや、銀で買われた奴隷たちについても定められている」。

Dialogus cum Tryphone Iudaeo 10.4

4

Ταύτης οὖν τῆς διαθήκης εὐθέως καταφρονήσαντες ὑμεῖς ἁμελεῖτε καὶ τῶν ἔπειτα, καὶ πείθειν ἡμᾶς ἐπιχειρεῖτε ὡς εἰδότες τὸν θεόν, μηδὲν πράσσοντες ὧν οἱ φοβούμενοι τὸν θεόν. Εἰ οὖν ἔχεις πρὸς ταῦτα ἀπολο γήσασθαι, καὶ ἐπιδεῖξαι ᾧτινι τρόπῳ ἐλπίζετε ὁτιοῦν, κἂν μὴ φυλάσσοντες τὸν νόμον, τοῦτό σου ἡδέως ἀκούσαιμεν μάλιστα, καὶ τὰ ἄλλα δὲ ὁμοίως συνεξετάσωμεν.

「したがって諸君は、この契約をただちに侮り、その後のことをも顧みず、神を知っていると称して我々を説得しようと試みながら、神を畏れる者たちが行うことを何一つ行っていないのだ。もしお前がこれに対して弁明することができ、律法を守らずとも、どのような仕方で何かを望みうるのかを示すことができるならば、我々はそれを何よりも喜んで聞くだろう。そして他のことも同様に、ともに吟味しよう」。