Dialogus cum Tryphone Iudaeo 104.1
Καὶ τὸ Εἰς χοῦν θανάτου κατήγαγές με, ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με· ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, ὡς προεῖπον, προαγγελία ἦν διὰ ποίου θανάτου καταδικάζειν αὐτὸν ἔμελλεν ἡ συναγωγὴ τῶν πονηρευομένων, οὕς καὶ κύνας καλεῖ, καὶ κυνηγοὺς μηνύων, ὅτι αὐτοὶ οἱ κυνηγήσαντες καὶ συνήχθησαν οἱ ἀγωνιζόμενοι ἐπὶ τῷ καταδικάσασθαι αὐτόν· ὅπερ καὶ ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ γέγραπται γενόμενον.
そして「あなたは私を死の塵へと引き下ろした。多くの犬が私を取り囲み、悪を行う者たちの群れが私を包囲した。彼らはわが手とわが足を穿ち、わが骨をことごとく数えた。彼らはよく見つめ、私を見物した。彼らはわが衣を自分たちの間で分け合い、わが衣服にくじを投げた」という言葉は、先に私が述べたとおり、悪を行う者たちの群れが、どのような死によって彼を罪に定めることになるかの予告であった。この群れを彼は犬とも呼んでいるが、それは狩人を示しているのであって、彼を罪に定めようと争った者たちこそ、この狩りをした者たちが結集した集まりであったことを示している。これは、彼の使徒たちの回想録にも起こったこととして書かれている。
Dialogus cum Tryphone Iudaeo 104.2
Καὶ ὅτι μετὰ τὸ σταυρωθῆναι αὐτὸν ἐμέρισαν ἑαυτοῖς οἱ σταυρώσαντες αὐτὸν τὰ ἱμάτια αὐτοῦ, ἐδήλωσα.
また、彼を十字架にかけた者たちが、彼が十字架にかけられたのち、彼の衣を自分たちの間で分け合ったことは、私はすでに明らかにした。