Dialogus cum Tryphone Iudaeo 44.1
Οὕτω γὰρ κατὰ πάντα ἀθῷος ὑμῶν χάριν εὑρεθήσομαι, εἰ ἀποδείξεις ποιούμενος ἀγωνίζομαι ὑμᾶς πεισθῆναι· ἐὰν δὲ ὑμεῖς, σκληροκάρδιοι μένοντες ἢ ἀσθενεῖς τὴν γνώμην διὰ τὸν ἀφωρισμένον τοῖς Χριστιανοῖς θάνατον, τῷ ἀληθεῖ συντίθεσθαι μὴ βούλησθε, ἑαυτοῖς αἴτιοι φανήσεσθε. Καὶ ἐξαπατᾶτε ἑαυτούς, ὑπονοοῦντες διὰ τὸ εἶναι τοῦ Ἀβραὰμ κατὰ σάρκα σπέρμα πάντως κληρονομήσειν τὰ κατηγγελμένα παρὰ τοῦ θεοῦ διὰ τοῦ Χριστοῦ δοθήσεσθαι ἀγαθά.
「なぜなら、もし私が証明を行い、諸君を説得させようと努力するならば、私はあらゆる点で、諸君のゆえに全く咎めなしと見なされるであろうからである。しかし、もし諸君が、心の頑ななままでいるか、あるいはキリスト教徒に定められた死のゆえに気力を失っており、真なるものに同意しようとしないならば、諸君自身にその責めがあることが明らかになるであろう。そして諸君は、アブラハムの肉による子孫であることによって、神がキリストを通して告げ知らせた数々の善きものを必ず受け継ぐことになると思い込んで、自分自身を欺いているのである。」
Dialogus cum Tryphone Iudaeo 44.2
Οὐδεὶς γὰρ οὐδὲν ἐκείνων οὐδαμόθεν λαβεῖν ἔχει πλὴν οἱ τῇ γνώμῃ ἐξομοιωθέντες τῇ πίστει τοῦ Ἀβραὰμ καὶ ἐπιγνόντες τὰ μυστήρια πάντα, λέγω δὲ ὅτι τὶς μὲν ἐντολὴ εἰς θεοσέβειαν καὶ δικαιοπραξίαν διετέτακτο, τὶς δὲ ἐντολὴ καὶ πρᾶξις ὁμοίως εἴρητο ἢ εἰς μυστήριον τοῦ Χριστοῦ ἢ διὰ τὸ σκληροκάρδιον τοῦ λαοῦ ὑμῶν. Καὶ ὅτι τοῦτό ἐστιν, ἐν τῷ Ἰεζεκιὴλ περὶ τούτου ἀποφαινόμενος ὁ θεὸς εἶπεν· Ἐὰν Νῶε καὶ Ἰακὼβ καὶ Δανιὴλ ἐξαιτήσωνται ἢ υἱοὺς ἢ θυγατέρας, οὐ μὴ δοθήσεται αὐτοῖς.
「実に、アブラハムの信仰と見解において等しくなった者たち、そしてすべての奥義を知った者たち以外、誰もそれらのうちの何一つをどこからも受け取ることはできない。私が言うのは、ある掟は神への敬いと正しい行いのために定められ、また、ある掟と行いは同様に、キリストの奥義のためか、あるいは諸君の民の心の頑なさのゆえに、語られたということである。そしてこのことについては、神がエゼキエルの中でこう明言しておられる。『たとえノアとヤコブとダニエルが息子たちや娘たちを求めても、彼らには与えられないであろう。』」
Dialogus cum Tryphone Iudaeo 44.3
Καὶ ἐν τῷ Ἡσαΐᾳ εἰς τοῦτο αὐτὸ ἔφη οὕτως· Εἶπε κύριος ὁ θεός· Καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν παραβεβηκότων ἀνθρώπων· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
「そしてイザヤの中では、まさにこのことについて次のように語った。『主なる神は言われた。「そして彼らは出て行き、掟に背いた人々の骸を見るであろう。彼らの虫は絶えることなく、彼らの火は消えることなく、彼らはすべての肉にとって見せしめとなるであろう。」』」
Dialogus cum Tryphone Iudaeo 44.4
Ὥστε τεμόντας ὑμᾶς ἀπὸ τῶν ψυχῶν ὑμῶν τὴν ἐλπίδα ταύτην σπουδάσαι δεῖ ἐπιγνῶναι, δι᾿ ἧς ὁδοῦ ἄφεσις ὑμῖν τῶν ἁμαρτιῶν γενήσεται καὶ ἐλπὶς τῆς κληρονομίας τῶν κατηγγελμένων ἀγαθῶν· ἔστι δ᾿ οὐκ ἄλλη ἢ αὕτη, ἵνα τοῦτον τὸν Χριστὸν ἐπιγνόντες καὶ λουσάμενοι τὸ ὑπὲρ ἀφέσεως ἁμαρτιῶν διὰ Ἡσαίου κηρυχθὲν λουτρὸν ἀναμαρτήτως λοιπὸν ζήσητε.
「それゆえ、諸君は自分の魂からこの望みを切り離し、どのような道によって罪の赦しが諸君に与えられ、告げ知らされた善きものの相続の望みが得られるのか、それを知ろうと努めなければならない。そしてそれはほかでもない、こういうことである。すなわち、このキリストを知り、イザヤを通して罪の赦しのために告げ知らされた洗いによって身を洗い、その後は罪を犯すことなく生きることである。」