Dialogus cum Tryphone Iudaeo 116.1
Ἀλλ᾿ ἵνα τὸν λόγον τὸν περὶ τῆς ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ τοῦ ἁγίου ἀποδιδῶ ὑμῖν, ἀναλαμβάνω τὸν λόγον καί φημι κἀκείνην τὴν ἀποκάλυψιν εἰς ἡμᾶς τοὺς ἐπὶ τὸν Χριστὸν ἀρχιερέα τοῦτον τὸν σταυρωθέντα πιστεύοντας γεγενῆσθαι· οἵτινες, ἐν πορνείαις καὶ ἁπλῶς πάσῃ ῥυπαρᾷ πράξει ὑπάρχοντες, διὰ τῆς παρὰ τοῦ ἡμετέρου Ἰησοῦ κατὰ τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ χάριτος τὰ ῥυπαρὰ πάντα, ἅ ἠμφιέσμεθα, κακὰ ἀπεδυσάμεθα, οἷς ὁ διάβολος ἐφέστηκεν ἀεὶ ἀντικείμενος, καὶ πρὸς ἑαυτὸν ἕλκειν πάντας βουλόμενος, καὶ ὁ ἄγγελος τοῦ θεοῦ, τουτέστιν ἡ δύναμις τοῦ θεοῦ ἡ πεμφθεῖσα ἡμῖν διὰ Ἰησοῦ Χριστοῦ, ἐπιτιμᾷ αὐτῷ καὶ ἀφίσταται ἀφ᾿ ἡμῶν.
「しかし、聖なるイエス・キリストの啓示についての論を諸君に果たすために、私はこの論を再び取り上げて言う。あの啓示もまた、この十字架につけられた大祭司キリストを信じる我々のうちに起こったのだ、と。我々は、淫行のうちに、またおよそあらゆる汚れた行いのうちにありながら、我々のイエスからその父の御心に従って与えられる恵みによって、我々がまとっていたあらゆる汚れた悪を脱ぎ捨てたのである。悪魔は常にそれらの上に立ち、敵対しながら、すべての者を自分のもとへ引き寄せようと望んでいるが、神の御使い、すなわちイエス・キリストを通して我々に遣わされた神の力が、彼を叱責し、彼は我々から離れ去るのである。」
Dialogus cum Tryphone Iudaeo 116.2
Καὶ ὥσπερ ἀπὸ πυρὸς ἐξεσπασμένοι ἐσμέν, ἀπὸ μὲν τῶν ἁμαρτιῶν τῶν προτέρων καθαρισθέντες, ἀπὸ δὲ τῆς θλίψεως καὶ τῆς πυρώσεως, ἣν πυροῦσιν ἡμᾶς ὃ τε διάβολος καὶ οἱ αὐτοῦ ὑπηρέται πάντες, ἐξ ὧν καὶ πάλιν ἀποσπᾷ ἡμᾶς Ἰησοῦς ὁ υἱὸς τοῦ θεοῦ· ἐνδῦσαι ἡμᾶς τὰ ἡτοιμασμένα ἐνδύματα, ἐὰν πράξωμεν αὐτοῦ τὰς ἐντολάς, ὑπέσχετο, καὶ αἰώνιον βασιλείαν προνοῆσαι ἐπήγγελται.
「そして我々は、あたかも火から引き出されたかのようである。すなわち、以前の罪から清められ、また、悪魔とそのすべての僕たちが我々を焼く苦難と焼き尽くしとからも、清められたのである。この苦難と焼き尽くしからも、神の子イエスは我々を再び引き離してくださる。彼は、もし我々が彼の戒めを行うならば、用意された衣を我々に着せることを約束し、また、永遠の王国を備えることを誓われた。」
Dialogus cum Tryphone Iudaeo 116.3
Ὃν γὰρ τρόπον Ἰησοῦς ἐκεῖνος, ὁ λεγόμενος ὑπὸ τοῦ προφήτου ἱερεύς, ῥυπαρὰ ἱμάτια ἐφάνη φορῶν διὰ τὸ γυναῖκα πόρνην λελέχθαι εἰληφέναι αὐτόν, καὶ δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς ἐκλήθη διὰ τὸ ἄφεσιν ἁμαρτιῶν εἰληφέναι, ἐπιτιμηθέντος καὶ τοῦ ἀντικειμένου αὐτῷ διαβόλου, οὕτως ἡμεῖς, οἱ διὰ τοῦ Ἰησου ὀνόματος ὡς εἷς ἄνθρωπος πιστεύσαντες εἰς τὸν ποιητὴν τῶν ὅλων θεόν, διὰ τοῦ ὀνόματος τοῦ πρωτοτόκου αὐτοῦ υἱοῦ τὰ ῥυπαρὰ ἱμάτια, τουτέστι τὰς ἁμαρτίας, ἀπημφιεσμένοι, πυρωθέντες διὰ τοῦ λόγου τῆς κλήσεως αὐτοῦ, ἀρχιερατικὸν τὸ ἀληθινὸν γένος ἐσμὲν τοῦ θεοῦ, ὡς καὶ αὐτὸς ὁ θεὸς μαρτυρεῖ, εἰπὼν ὅτι ἐν παντὶ τόπῳ ἐν τοῖς ἔθνεσι θυσίας εὐαρέστους αὐτῷ καὶ καθαρὰς προσφέροντες. Οὐ δέχεται δὲ παρ᾿ οὐδενὸς θυσίας ὁ θεός, εἰ μὴ διὰ τῶν ἱερέων αὐτοῦ.
「なぜなら、あのイエス、預言者によって祭司と呼ばれている者が、娼婦であった女を娶ったと言われたために汚れた衣を身にまとっているように見え、罪の赦しを受けたために、また、彼に敵対していた悪魔が叱責されたために、火から引き出された燃えさしと呼ばれたのと同じしかたで、我々もまた、イエスの名によって、ひとりの人として万物の造り主なる神を信じ、その初子である御子の名によって、汚れた衣、すなわち罪を脱ぎ捨てられ、彼の召しの言葉によって火をもって清められて、神の真の大祭司の族となっているのである。神ご自身もこう証しされているとおりである。すなわち、あらゆる場所で、諸国民のうちで、彼に喜ばれる清い供犠を献げている、と。しかし神は、その祭司たちを通してでなければ、誰からも供犠を受け入れられない。」