ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XIII 第XIII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 9 sectiones

Dialogus cum Tryphone Iudaeo 13.1

1

Οὐ γὰρ δή γε εἰς βαλανεῖον ὑμᾶς ἔπεμπεν Ἡσαίας ἀπολουσομένους ἐκεῖ τὸν φόνον καὶ τὰς ἄλλας ἁμαρτίας, οὓς οὐδὲ τὸ τῆς θαλάσσης ἱκανὸν πᾶν ὕδωρ καθαρίσαι, ἀλλά, ὡς εἰκός, πάλαι τοῦτο ἐκεῖνο τὸ σωτήριον λουτρὸν ἦν, ὃ εἶπε, τὸ τοῖς μεταγινώσκουσι καὶ μηκέτι αἵμασι τράγων καὶ προβάτων ἢ σποδῷ δαμάλεως ἢ σεμιδάλεως προσφοραῖς καθαριζομένοις, ἀλλὰ πίστει διὰ τοῦ αἵματος τοῦ Χριστοῦ καὶ τοῦ θανάτου αὐτοῦ, ὃς διὰ τοῦτο ἀπέθανεν, ὡς αὐτὸς Ἡσαΐας ἔφη, οὕτως λέγων·

「イザヤは、殺人やその他の罪を洗い流させるために、諸君を浴場へ遣わしたのでは決してない。そのような罪は、海のすべての水をもってしても清めることができないのだから。むしろ、彼が語ったのは、当然のことながら、かつてあのこと、すなわちあの救いの洗いであった。悔い改める者たちが、もはや山羊や羊の血によってでも、雌牛の灰や上等の小麦粉の供え物によってでもなく、信仰によって、キリストの血とその死とによって清められる、その洗いである。この方はこのために死んだのであり、まさにイザヤ自身がこう語ったとおりである」。

Dialogus cum Tryphone Iudaeo 13.2

2

Ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἔθνη καὶ τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ. Ἀπόστητε, ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅψησθε, ἐξέλθετε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου, ὅτι οὐ μετὰ ταραχῆς πορεύεσθε· πορεύσεται γὰρ πρὸ προσώπου ὑμῶν κύριος, καὶ ὁ ἐπισυνάγων ὑμᾶς κύριος ὁ θεὸς Ἰσραήλ. Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα.

「主は御自身の聖なる腕を、すべての諸国民の前に現される。すべての諸国民と地の果てとは、神からの救いを見るであろう。退け、退け、退け、そこから出よ、汚れたものに触れるな、そこから出よ、主の器を担う者たちよ、分かたれよ。汝らは慌てふためいて行くのではないから。主が汝らの前を行かれ、イスラエルの神、主が汝らを集められるからである。見よ、我が僕は悟るであろう。そして高められ、大いに栄光を受けるであろう」。

Dialogus cum Tryphone Iudaeo 13.3

3

Ὃν τρόπον ἐκστήσονται πολλοὶ ἐπὶ σέ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδος καὶ ἡ δόξα σου, οὕτως θαυμασθήσονται ἔθνη πολλὰ ἐπ᾿ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται. καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ.

「多くの者がお前を見て驚くように、お前の姿と栄光は人々の前で辱められるであろう。同じように多くの諸国民は彼のことで驚嘆し、王たちはその口を閉ざすであろう。彼について告げられなかった者たちが見るであろうし、聞いたことのなかった者たちが悟るであろうから。主よ、誰が我々の聞いたことを信じたか。主の腕は誰に現されたか。我々は彼の前で、幼子のように、乾いた地に生える根のように、彼のことを告げ知らせた」。

Dialogus cum Tryphone Iudaeo 13.4

4

Οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καἰ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει.

「彼には姿もなく、栄光もない。我々は彼を見たが、彼には姿も美しさもなく、その姿は人の子らのあいだで辱められ、見劣りしていた。彼は打たれた人であり、病を負うことを知る人であった。その顔は背けられ、彼は辱められ、顧みられなかった。この方は我々の罪を負い、我々のために苦しむ。そして我々は、彼が労苦と打ち傷と虐げの中にあると考えた」。

Dialogus cum Tryphone Iudaeo 13.5

5

Οὗτος δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἁνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον εἰς σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.

「この方は我々の罪のために傷つけられ、我々の不法のために病めるものとされた。我々の平和のための懲らしめが彼の上にあり、彼の打ち傷によって我々は癒された。我々はみな羊のようにさまよい、人はおのおの自分の道にさまよい出た。そして主は、彼を我々の罪に引き渡された。そして彼自身は、苦しめられても、その口を開かない。羊が屠り場に引かれて行くように、また毛を刈る者の前で物言わぬ子羊のように、彼はその口を開かない」。

Dialogus cum Tryphone Iudaeo 13.6

6

Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ᾔρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον. Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς. Ἐὰν δῶτε περὶ τῆς ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον.

「彼の卑しめのうちに、彼への裁きは取り去られた。だが誰が彼の世代について語れようか。彼の命は地上から取り去られ、我が民の不法のために死へと至ったのだから。そして私は、悪しき者たちを彼の埋葬の代わりに、富める者たちを彼の死の代わりに与えるであろう。彼は不法を行わず、その口に欺きは見出されなかったからである。そして主は、彼をその傷から清めることを望まれる。もし汝らが罪について献げ物をするならば、汝らの魂は長らえる子孫を見るであろう」。

Dialogus cum Tryphone Iudaeo 13.7

7

Καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὗ δουλεύοντα πολλοῖς. Καὶ τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνοίσει. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκύλα, ἀνθ᾿ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ὲν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη.

「そして主は、彼の魂の労苦を取り去り、彼に光を示し、知解によって形づくり、多くの者によく仕える正しい者を義とすることを望まれる。そして彼自身が我々の罪を担うであろう。このゆえに、彼は多くの者を相続し、強き者たちの分捕り物を分かつであろう。それは、彼の魂が死へ引き渡され、不法の者たちのうちに数えられ、彼自身が多くの者の罪を担い、彼らの不法のゆえに引き渡された、その報いとしてである」。

Dialogus cum Tryphone Iudaeo 13.8

8

Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Εἶπε γὰρ κύριος· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον, εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον· καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς.

「喜べ、子を産まぬ不妊の女よ、声をあげて叫べ、産みの苦しみを知らぬ女よ。夫を持つ女の子らよりも、荒れ果てた女の子らのほうが多いからである。主はこう言われた、『お前の天幕とその幕の場所を広げよ、それを張れ、惜しむな、お前の綱を長くし、お前の杭を強く打ち込め、右にも左にも広げよ。お前の子孫は諸国民を受け継ぎ、お前は荒れ果てた町々に人を住まわせるであろう』」。

Dialogus cum Tryphone Iudaeo 13.9

9

Μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μνῃσθήσῃ· ὅτι κύριος ἐποίησεν ὄνομα ἑαυτῷ, καὶ ὁ ῥυσάμενός σε, αὐτὸς θεὸς Ἰραήλ, πάσῃ τῇ γῇ κληθήσεται. Ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε ὁ κύριος, ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην.

「恥を受けたことを恐れるな、辱めを受けたことに恥じ入るな。お前は永遠の恥を忘れ、お前のやもめの辱めをもはや思い出さないであろうから。主は御自身のために名を成され、お前を贖う方、その方こそイスラエルの神であり、全地にわたってそう呼ばれるであろう。見捨てられ気力を失った女のように、主はお前を呼ばれた、若いときから憎まれた女のように」。