ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXIII 第CXIII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 7 sectiones

Dialogus cum Tryphone Iudaeo 113.1

1

Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. Ἰησοῦν, ὡς προέφην πολλάκις, Αὐσῆν καλούμενον, ἐκεῖνον τὸν μετὰ τοῦ Χαλὲβ κατάσκοπον εἰς τὴν Χαναὰν ἐπὶ τὴν γῆν ἀποσταλέντα, Ἰησοῦν Μωσῆς ἐκάλεσε. Τοῦτο σὺ οὐ ζητεῖς δι᾿ ἣν αἰτίαν ἐποίησεν, οὐκ ἀπορεῖς, οὐδὲ φιλοπευστεῖς· τοιγαροῦν λέληθέ σε ὁ Χριστός, καὶ ἀναγινώσκων οὐ συνίης, οὐδὲ νῦν, ἀκούων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἡμῶν, συλλογίζῃ οὐκ ἀργῶς οὐδ᾿ ὡς ἔτυχεν ἐκείνῳ τεθεῖσθαι τοὔνομα.

「私が言っているのはこういうことである。先に幾度も述べたとおり、アウセスと呼ばれていた者——カレブと共に、カナンの地へ、その土地を探るために遣わされたあの者——を、モーセはイエスと名づけた。お前はこのことについて、モーセが何ゆえにそうしたのかを尋ねようとせず、途方に暮れることもなく、詮索しようともしない。それゆえ、キリストがお前には見えなくなっているのであり、お前は読んでいながら理解していないのである。今もまた、イエスが我々のキリストであると聞いていながら、あの者にその名が無為に、あるいはたまたま与えられたのではないということを、お前は推し量ろうとしない。」

Dialogus cum Tryphone Iudaeo 113.2

2

Ἀλλὰ διὰ τί μὲν ἓν ἄλφα πρώτῳ προσετέθη τῷ Ἀβραὰμ ὀνόματι, θεολογεῖς, καὶ διὰ τί ἓν ῥῶ τῷ Σάρρας ὀνόματι, ὁμοίως κομπολογεῖς· διὰ τί δὲ τὸ πατρόθεν ὄνομα τῷ Αὐσῇ, τῷ υἱῷ Ναυῆ, ὅλον μετωνόμασται τῷ Ἰησοῦ, οὐ ζητεῖς ὁμοίως.

「だが、なぜアルファがひとつ、アブラハムの最初の名に加えられたのかについては、お前は神学を語り、なぜローがひとつ、サラの名に加えられたのかについても、同様に大言を語る。それなのに、なぜヌンの子アウセスが父から受けた名が、まるごとイエスへと改められたのかについては、お前は同様に尋ねようとしない。」

Dialogus cum Tryphone Iudaeo 113.3

3

Ἐπεὶ δὲ οὐ μόνον μετωνομάσθη αὐτοῦ τὸ ὄνομα, ἀλλὰ καὶ διάδοχος γενόμενος Μωσέως, μόνος τῶν ἀπ᾿ Αἰγύπτου ἐξελθόντων ἐν ἡλικίᾳ τοιαύτῃ ὄντων εἰσήγαγεν εἰς τὴν ἁγίαν γῆν τόν περιλειφθέντα λαόν· καὶ ὃν τρόπον ἐκεῖνος εἰσήγαγεν εἰς τὴν ἁγίαν γῆν τὸν λαόν, οὐχὶ Μωσῆς, καὶ ὡς ἐκεῖνος ἐν κλήρῳ διένειμεν αὐτὴν τοῖς εἰσελθοῦσι μετ᾿ αὐτοῦ, οὕτως καὶ Ἰησοῦς ὁ Χριστὸς τὴν διασπορὰν τοῦ λαοῦ ἐπιστρέψει, καὶ διαμεριεῖ τὴν ἀγαθὴν γῆν ἑκάστῳ, οὐκέτι δὲ κατὰ ταὐτά.

「彼の名が改名されただけでなく、モーセの後継者となり、エジプトから出て来た者たちのうち、あの年齢にあった者としてはただひとり、生き残った民を聖なる地へと導き入れたのである。そして、彼が——モーセではなく——民を聖なる地へと導き入れ、彼と共に入った者たちにその地を籤によって分け与えたのと同じしかたで、イエス・キリストもまた、民の離散を呼び戻し、良き地を各人に分け与えるであろう。ただし、もはや同じしかたによってではない。」

Dialogus cum Tryphone Iudaeo 113.4

4

Ὁ μὲν γὰρ πρόσκαιρον ἔδωκεν αὐτοῖς τὴν κληρονομίαν, ἅτε οὐ Χριστὸς ὁ θεὸς ὢν οὐδὲ υἱὸς θεοῦ, ὁ δὲ μετὰ τὴν ἁγίαν ἀνάστασιν αἰώνιον ἡμῖν τὴν κατάσχεσιν δώσει. Τὸν ἥλιον ἔστησεν ἐκεῖνος, μετονομασθεὶς πρότερον τῷ Ἰησοῦ ὀνόματι καὶ λαβὼν ἀπὸ τοῦ πνεύματος αὐτοῦ ἰσχύν. Ὅτι γὰρ Ἰησοῦς ἦν ὁ Μωσεῖ καὶ τῷ Ἀβραὰμ καὶ τοῖς ἄλλοις ἁπλῶς πατριάρχαις φανεὶς καὶ ὁμιλήσας, τῷ τοῦ πατρὸς θελήματι ὑπηρετῶν, ἀπέδειξα· ὃς καὶ ἄνθρωπος γεννηθῆναι διὰ τῆς παρθένου Μαρίας ἦλθε, καὶ ἔστιν ἀεί.

「なぜなら、彼は彼らに、一時的な相続地を与えたのであって、それは彼が神であるキリストでも神の子でもなかったからであるが、この方は、聖なる復活ののちに、永遠の所有を我々に与えるであろうからである。太陽を止めたのは、あの者であり、彼は先にイエスの名に改名され、その霊から力を受けていた。というのも、モーセにも、アブラハムにも、そのほかすべての族長たちにも現れて語り合ったのはイエスであり、父の意志に仕える者としてそうしたのだ、ということを、私はすでに証明したからである。この方こそ、処女マリアを通して人間として生まれるためにも来られ、そしていつまでも存在し続ける方である。」

Dialogus cum Tryphone Iudaeo 113.5

5

Οὗτος γάρ ἐστιν ἀφ᾿ οὗ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ δι᾿ οὗ ὁ πατὴρ μέλλει καινουργεῖν, οὗτός ἐστιν ὁ ἐν Ἱερουσαλὴμ αἰώνιον φῶς λάμπειν μέλλων, οὗτός ἐστιν ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ βασιλεὺς Σαλὴμ καὶ αἰώνιος ἱερεὺς ὑψίστου ὑπάρχων.

「この方こそ、父がこの方から、またこの方を通して、天と地とを新しくしようとしておられる、その方であり、この方こそ、エルサレムにおいて永遠の光として輝くことになる方であり、この方こそ、メルキゼデクの位に従う、サレムの王にして至高者の永遠の祭司である方なのである。」

Dialogus cum Tryphone Iudaeo 113.6

6

Ἐκεῖνος λέγεται δευτέραν περιτομὴν μαχαίραις πετρίναις τὸν λαὸν περιτετμηκέναι, ὅπερ κήρυγμα ἦν τῆς περιτομῆς ταύτης ἧς περιέτεμεν ἡμᾶς αὐτὸς Ἰησοῦς Χριστὸς ἀπὸ τῶν λίθων καὶ τῶν ἄλλων εἰδώλων, καὶ θημωνιὰς ποιήσας τῶν ἀπὸ ἀκροβυστίας, τουτέστιν ἀπὸ τῆς πλάνης τοῦ κόσμου, ἐν παντὶ τόπῳ περιτμηθέντων πετρίναις μαχαίραις, τοῖς Ἰησοῦ τοῦ κυρίου ἡμῶν λόγοις. Ὅτι γὰρ λίθος καὶ πέτρα ἐν παραβολαῖς ὁ Χριστὸς διὰ τῶν προφητῶν ἐκηρύσσετο, ἀποδέδεικταί μοι.

「かの者は、石の刃をもって民に第二の割礼を施したと言われているが、これは、イエス・キリストご自身が我々に施されたあの割礼——石や、その他の偶像から我々を割礼した割礼——の予告であった。すなわち、あらゆる場所で無割礼の状態から、言い換えれば世の迷いから、石の刃、すなわち我々の主イエスの言葉によって割礼された者たちの積み重なりを、キリストが築かれたのである。キリストが、たとえにおいて石また岩として、預言者たちを通して告げ知らされていたことは、私がすでに証明したとおりである。」

Dialogus cum Tryphone Iudaeo 113.7

7

Καὶ τὰς μαχαίρας οὖν τὰς πετρίνας τοὺς λόγους αὐτοῦ ἀκουσόμεθα, δι᾿ ὧν ἀπὸ τῆς ἀκροβυστίας οἱ πλανώμενοι τοσοῦτοι καρδίας περιτομὴν περιετμήθησαν, ἣν περιτμηθῆναι καὶ τοὺς ἔχοντας τὴν ἀπὸ τοῦ Ἀβραὰμ ἀρχὴν λαβοῦσαν περιτομὴν ὁ θεὸς διὰ τοῦ Ἰησοῦ προὔτρεπεν ἔκτοτε, καὶ τοὺς εἰσελθόντας εἰς τὴν γῆν ἐκείνην τὴν ἁγίαν δευτέραν περιτομὴν πετρίναις μαχαίραις εἰπὼν τὸν Ἰησοῦν περιτετμηκέναι αὐτούς.

「それゆえ、我々は、石の刃とは彼の言葉のことであると理解しよう。それによって、無割礼のうちに迷っていたあれほど多くの者たちが、心の割礼を施されたのであり、その割礼を、アブラハムに始まりを持つあの割礼を受けている者たちにも施すようにと、神はそのときからイエスを通して勧めておられたのである。そして、あの聖なる地に入った者たちについては、イエスが彼らに石の刃で第二の割礼を施した、と語ることによって示していたのである。」