Dialogus cum Tryphone Iudaeo 96.1
Καὶ γὰρ τὸ εἰρημένον ἐν τῷ νόμῳ, ὅτι Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, οὐχ ὡς τοῦ θεοῦ καταρωμένου τούτου τοῦ ἐσταυρωμένου, ἡμῶν τονοῖ τὴν ἐλπίδα ἐκκρεμαμένην ἀπὸ τοῦ σταυρωθέντος Χριστοῦ, ἀλλ᾿ ὡς προειπόντος τοῦ θεοῦ τὰ ὑφ᾿ ὑμῶν πάντων καὶ τῶν ὁμοίων ὑμῖν, μὴ ἐπισταμένων τοῦτον εἶναι τὸν πρὸ πάντων ὄντα καὶ αἰώνιον τοῦ θεοῦ ἱερέα καὶ βασιλέα καὶ Χριστόν μέλλοντα γίνεσθαι.
実に、律法に「木にかけられた者はみな呪われている」と言われていることは、我々の、十字架にかけられたキリストにかかっている希望を強めるものである。それは、神がこの十字架にかけられた方を呪っているという意味においてではなく、神があらかじめ、諸君すべての者、また諸君に似た者たち――このお方こそ万物に先立って存在する、永遠なる神の祭司にして王、キリストとなろうとしている方であると知らない者たち――によって行われることを予告しておられたという意味においてなのである。
Dialogus cum Tryphone Iudaeo 96.2
Ὅπερ καὶ ὄψει ἰδεῖν ὑμῖν ἔστι γινόμενον· ὑμεῖς γὰρ ἐν ταῖς συναγωγαῖς ὑμῶν καταρᾶσθε πάντων τῶν ἀπ᾿ ἐκεῖνου γενομένων Χριστιανῶν, καὶ τὰ ἄλλα ἔθην, ἃ καὶ ἐνεργῆ τὴν κατάραν ἐργάζονται, ἀναιροῦντα τοὺς μόνον ὁμολογοῦντας ἑαυτοὺς εἶναι Χριστιανούς· οἷς ἡμεῖς ἅπασι λέγομεν, ὅτι Ἀδελφοὶ ἡμῶν ἐστε, ἐπίγνωτε μᾶλλον τὴν ἀλήθειαν τοῦ θεοῦ. Καὶ μὴ πειθομένων ἡμῖν μήτε ἐκείνων μήτε ὑμῶν, ἀλλὰ ἀρνεῖσθαι ἡμᾶς τὸ ὄνομα τοῦ Χριστοῦ ἀγωνιζομένων, θανατοῦσθαι μᾶλλον αἱρούμεθα καὶ ὑπομένομεν, πεπεισμένοι ὅτι πανθ᾿ ὅσα ὑπέσχηται ὁ θεὸς διὰ τοῦ Χριστοῦ ἀγαθὰ ἀποδώσει ἡμῖν.
これが実際に起こっているのを、諸君は目で見ることができる。すなわち諸君は、自分たちの会堂において、かの方から出たすべてのキリスト教徒を呪っており、また、その呪いを実際に行いに移す他の諸国民は、自分たちがキリスト教徒であると告白するだけの者たちをも殺している。我々はそのすべての者たちに言う。「諸君は我々の兄弟である。むしろ神の真理を認めるがよい」と。しかし、彼らも諸君も我々に説き伏せられず、むしろ我々にキリストの名を否ませようと努めるとき、我々はむしろ死ぬことを選び、耐え忍ぶ。神がキリストを通して約束された良きことをことごとく我々に返してくださると確信しているからである。
Dialogus cum Tryphone Iudaeo 96.3
Καὶ πρὸς τούτοις πᾶσιν εὐχόμεθα ὑπὲρ ὑμῶν, ἵνα ἐλεηθῆτε ὑπὸ τοῦ Χριστοῦ. Οὗτος γὰρ ἐδίδαξεν ἡμᾶς καὶ ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι, εἰπών· Γίνεσθε χρηστοὶ καὶ οἰκτίρμονες, ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος. Καὶ γὰρ τὸν παντοκράτορα θεὸν χρηστὸν καὶ οἰκτίρμονα ὁρῶμεν. τὸν ἥλιον αὐτοῦ ἀνατέλλοντα ἐπὶ ἀχαρίστους καὶ δικαίους, καὶ βρέχοντα ἐπὶ ὁσίους καὶ πονηρούς, οὓς πάντας ὅτι καὶ κρίνειν μέλλει ἐδίδαξε.
そのうえ、これらすべてに加えて、我々は諸君のために、諸君がキリストによって憐れみを受けるようにと祈っている。実に、この方は我々に敵のためにも祈ることを教えて、こう言われた。「汝らの天の父がそうであるように、汝らも善良で憐れみ深い者となれ」。実に、我々は全能者なる神が善良で憐れみ深い方であることを見ている。神はその太陽を、恩を知らぬ者にも正しい者にも昇らせ、聖なる者にも悪しき者にも雨を降らせる。そして、そのすべての者を裁こうとしておられることも、彼は教えた。