Dialogus cum Tryphone Iudaeo 3.1
Καί μου οὕτως διακειμένου ἐπεὶ ἔδοξέ ποτε πολλῆς ἠρεμίας ἐμφορηθῆναι καὶ τὸν τῶν ἀνθρώπων ἀλεεῖναι πάτον, ἐπορευόμην εἴς τι χωρίον οὐ μακρὰν θαλάσσης. Πλησίον δέ μου γενομένου ἐκείνου τοῦ τόπου, ἔνθα ἔμελλον ἀφικόμενος πρὸς ἐμαυτῷ ἔσεσθαι, παλαιός τις πρεσβύτης, ἰδέσθαι οὐκ εὐκαταφρόνητος, πρᾷον καὶ σεμνὸν ἦθος ἐμφαίνων, ὀλίγον ἀποδέων μου παρείπετο. Ὡς δὲ ἐπεστράφην εἰς αὐτόν, ὑποστάς ἐνητένισα δριμύτερον αὐτῷ.
私がこのような状態にあったとき、あるとき私は多くの静けさに満たされ、人々の往来を避けたいと思い立ち、海からそう遠くない、ある場所へと歩いて行った。私がまさにそこに至って自分自身と向き合おうとしていたその場所の近くまで来たとき、一人の年老いた老人——見るからに侮りがたく、穏やかで威厳のある人柄を示していた——が、少し離れて私についてきていた。私が彼の方に向き直ると、立ち止まって鋭く彼を見つめた。
Dialogus cum Tryphone Iudaeo 3.2
Καὶ ὅς· Γνωρίζεις με; ἔφη. Ἠρνησάμην ἐγώ. Τί οὗν, μοι ἔφη, οὕτως με κατανοεῖς: Θαυμάζω, ἔφην, ὅτι ἔτυχες ἐν τῷ αὐτῷ μοι γενέσθαι· οὐ γὰρ προσεδόκησα ὄψεσθαί τινα ἀνδρῶν ἐνθάδε. Ὁ δέ· Οἰκείων τινῶν, φησί μοι, πεφρόντικα. Οὗτοι δέ μοί εἰσιν ἀπόδημοι· ἔρχομαι οὖν καὶ αὐτὸς σκοπήσων τὰ περὶ αὐτούς, εἰ ἄρα φανήσονταί ποθεν. Σὺ δὲ τί ἐνθάδε; ἐμοὶ ἐκεῖνος. Χαίρω, ἔφην. ταῖς τοιαύταις διατριβαῖς· ἀνεμπόδιστος γάρ μοι ὁ διάλογος πρὸς ἐμαυτὸν γίνεται, φιλολογίᾳ τε ἀνυτικώτατά ἐστι τὰ τοιάδε χωρία.
すると彼は、「お前は私を知っているか」と言った。私はそれを否定した。「では」と彼は私に言った、「なぜそのように私を見つめているのか」。「不思議に思っているのだ」と私は言った、「お前がたまたま私と同じ場所に居合わせたことに。ここで誰かに会うとは思っていなかったから」。すると彼は言った、「私は身内の者たちのことを気にかけているのだ。彼らは今、旅に出ていてここにいない。だから私自身も、彼らのことをどこかに現れないか、様子を見にきているのだ。では、お前はここで何をしているのか」と彼は私に言った。「私はこのような過ごし方を喜んでいる」と私は言った。「自分自身との対話が妨げられずにできるからだ。また、こうした場所は、学問愛好にとって最も効果的な場所なのだ」。
Dialogus cum Tryphone Iudaeo 3.3
Φιλόλογος οὖν τις εἶ σύ, ἔφη, φιλεργὸς δὲ οὐδαμῶς οὐδὲ φιλαλήθης, οὐδὲ πειρᾷ πρακτικὸς εἶναι μᾶλλον ἢ σοφιστής; Τί δ᾿ ἄν, ἔφην ἐγώ, τούτου μεῖζον ἔργον ἄν τις ἐργάσαιτο, τοῦ δεῖξαι μὲν τὸν λόγον ἡγεμονεύοντα πάντων, συλλαβόντα δὲ καὶ ἐπ᾿ αὐτῷ ὀχούμενον καθορᾶν τὴν τῶν ἄλλων πλάνην καὶ τὰ ἐκείνων ἐπιτηδεύματα, ὡς οὐδὲν ὑγιὲς δρῶσιν οὐδὲ θεῷ φίλον; Ἄνευ δὲ φιλοσοφίας καὶ ὀρθοῦ λόγου οὐκ ἄν τῳ παρείη φρόνησις. Διὸ χρὴ πάντα ἄνθρωπον φιλοσοφεῖν καὶ τοῦτο μέγιστον καὶ τιμιώτατον ἔργον ἡγεῖσθαι, τὰ δὲ λοιπὰ δεύτερα καὶ τρίτα, καὶ φιλοσοφίας μὲν ἀπηρτημένα μέτρια καὶ ἀποδοχῆς ἄξια, στερηθέντα δὲ ταύτης καὶ μὴ παρεπομένης τοῖς μεταχειριζομένοις αὐτὰ φορτικὰ καὶ βάναυσα.
「では、お前は学問を愛する者ではあるが、行いを愛する者ではまったくなく、真理を愛する者でもなく、詭弁家であるよりも実践家であろうと努めてもいないのか」と彼は言った。「これより大きな仕事を、いったい人が何をなし得るというのか」と私は言った。「理性がすべてを統べていることを示し、それを捉えてそれに乗って、他の者たちの迷いと、彼らの営みが何ら健全でも神に喜ばれるものでもないことを見て取ること以上に。哲学と正しい理性なしには、誰にも思慮は宿らないだろう。それゆえすべての人間は哲学をしなければならず、これを最も偉大で最も貴い仕事とみなし、その他のことは第二第三のものとしなければならない。すなわち、哲学に懸かっているかぎり、それらもほどほどのものであり受け入れるに値するが、哲学を欠き、それを扱う者たちに哲学が伴っていない場合には、それらは低俗で卑しいものとなる」。
Dialogus cum Tryphone Iudaeo 3.4
Ἦ οὖν φιλοσοφία εὐδαιμονίαν ποιεῖ; ἔφη ὑποτυχὼν ἐκεῖνος. Καὶ μάλιστα, ἔφην ἐγώ, καὶ μόνη. Τί γάρ ἐστι φιλοσοφία, φησί, καὶ τίς ἡ εὐδαιμονία αὐτῆς. εἰ μή τι κωλύει φράζειν, φράσον. Φιλοσοφία μέν, ἦν δ᾿ ἐγώ, ἐπιστήμη ἐστὶ τοῦ ὄντος καὶ τοῦ ἀληθοῦς ἐπίγνωσις, εὐδαιμονία δὲ ταύτης τῆς ἐπιστήμης καὶ τῆς σοφίας γέρας.
「では、哲学は幸福をもたらすのか」と彼は口を挟んで言った。「まさにそうだ」と私は言った、「それだけがもたらすのだ」。「では、哲学とは何であり、その幸福とは何なのか」と彼は言った、「何も差し支えなければ、話してみよ」。「哲学とは」と私は言った、「存在するものについての知識であり、真なるものの認識である。そして幸福とは、この知識と知恵に対する褒賞である」。
Dialogus cum Tryphone Iudaeo 3.5
Θεὸν δὲ σὺ τί καλεῖς; ἔφη. Τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ ἔχον καὶ τοῦ εἶναι πᾶσι τοῖς ἄλλοις αἴτιον, τοῦτο δή ἐστιν ὁ θεός. Οὕτως ἐγὼ ἀπεκρινάμην αὐτῷ· καὶ ἐτέρπετο ἐκεῖνος ἀκούων μου, οὕτως τέ με ἤρετο πάλιν. Ἐπιστήμη οὐκ ἔστι κοινὸν ὄνομα διαφόρων πραγμάτων; Ἔν τε γὰρ ταῖς τέχναις ἀπάσαις ὁ ἐπιστάμενος τούτων τινὰ ἐπιστήμων καλεῖται, ἔν τε στρατηγικῇ καὶ κυβερνητικῇ καὶ ἰατρικῇ ὁμοίως. Ἔν τε τοῖς θείοις καὶ ἀνθρωπείοις οὐχ οὕτως ἔχει. Ἐπιστήμη τίς ἐστιν ἡ παρέχουσα αὐτῶν τῶν ἀνθρωπίνων καὶ τῶν θείων γνῶσιν, ἔπειτα τῆς τούτων θειότητος καὶ δικαιοσύνης ἐπίγνωσιν; Καὶ μάλα, ἔφην.
「では、お前は神を何と呼ぶのか」と彼は言った。「常に同じ仕方で、同じさまに在り続け、他のすべてのものが存在することの原因であるもの、これこそが神である」。私はこう彼に答えた。すると彼は私の言葉を聞いて喜び、こう再び私に尋ねた、「知識は、異なる事柄に共通の名ではないのか。あらゆる技術において、その技術のいずれかを知る者が知者と呼ばれる。戦術においても操舵術においても医術においても同様だ。ところが神的な事柄と人間的な事柄については、そのようにはいかない。人間的な事柄そのものと神的な事柄そのものについての知識を与え、次いでそれらの神性と正義についての認識を与える、そのような知識が何かあるのか」。「まさにそのとおりだ」と私は言った。
Dialogus cum Tryphone Iudaeo 3.6
Τί οὖν; Ὁμοίως ἐστὶν ἄνθρωπον εἰδέναι καὶ θεόν, ὡς μουσικὴν καὶ ἀριθμητικὴν καὶ ἀστρονομίαν ἢ τι τοιοῦτον; Οὐδαμῶς. ἔφην. Οὐκ ὀρθῶς ἄρα ἀπεκρίθης ἐμοί, ἔφη ἐκεῖνος· αἱ μὲν γὰρ ἐκ μαθήσεως προσγίνονται ἡμῖν ἣ διατριβῆς τινος, αἱ δὲ ἐκ τοῦ ἰδέσθαι παρέχουσι τὴν ἐπιστήμην. Εἴ γέ σοι λέγοι τις ὅτι ἐστὶν ἐν Ἰνδίᾳ ζῶον φυὴν οὐχ ὅμοιον τοῖς ἄλλοις πᾶσιν. ἀλλὰ τοῖον ἢ τοῖον, πολυειδὲς καὶ ποικίλον, οὐκ ἄν πρότερον εἰδείης ἢ ἴδοις αὐτό, ἀλλ᾿ οὐδὲ λόγον ἄν ἔχοις εἰπεῖν αὐτοῦ τινα εἰ μὴ ἀκούσαις τοῦ ἑωρακότος.
「それでは」と彼は言った、「人間を知ることと神を知ることは、音楽や算術や天文学、あるいはそうしたものを知ることと同じであるのか」。「まったくそうではない」と私は言った。「では、お前は私に正しく答えなかったことになる」と彼は言った。「なぜなら、これらの知識のうち、学習やある種の修練によって我々に得られるものもあれば、実際に見ることによって知識を与えるものもあるからだ。もし誰かがお前に、インドには他のすべてのものと似ていない、あれこれの姿をした、多様で雑多な性質の動物がいると言ったとしても、お前はそれを見るまでは知ることができず、それを見た者から聞かない限り、それについて何か語ることさえできないだろう」。
Dialogus cum Tryphone Iudaeo 3.7
Οὐ γάρ, φημί. Πῶς οὖν ἄν, ἔφη, περὶ θεοῦ ὀρθῶς φρονοῖεν οἱ φιλόσοφοι ἢ λέγοιέν τι ἀληθές, ἐπιστήμην αὐτοὺ μὴ ἔχοντες, μηδὲ ἰδόντες ποτὲ ἢ ἀκούσαντες; Ἀλλ᾿ οὐκ ἔστιν ὀφθαλμοῖς, ἦν δ᾿ ἐγώ, αὐτοῖς, πάτερ, ὁρατὸν τὸ θεῖον ὡς τὰ ἄλλα ζῶα, ἀλλὰ μόνῳ νῷ καταληπτόν, ὥς φησι Πλάτων, καὶ ἐγὼ πείθομαι αὐτῷ.
「そのとおりだ」と私は言った。「では」と彼は言った、「哲学者たちは、神についての知識を持たず、かつて見たことも聞いたこともないのに、どうして神について正しく考え、何か真なることを語ることができようか」。「しかし神的なものは」と私は言った、「父よ、他の生き物のように目で見えるものではなく、ただ精神によってのみ捉えられるものなのだ、プラトンが言うとおりに。そして私はそれを信じている」。