Dialogus cum Tryphone Iudaeo 37.1
Καὶ ἐν διαψάλματι τεσσαρακοστοῦ ἕκτου ψαλμοῦ, ἔφην, εἰς τὸν Χριστὸν οὕτως εἴρηται· Ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος. Ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς. Ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Ἄρχοντες λαῶν συνήχθησαν μετά τοῦ θεοῦ Ἀβραάμ. ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γης σφόδρα ἐπῇρθησαν.
そして私は言った。「第四十六詩篇の中間句においても、キリストについて次のように言われている。『神は歓呼のうちに上られた、主はラッパの音とともに。我々の神に向かって歌え、歌え。我々の王に向かって歌え、歌え。神はすべての地の王であるゆえに、悟りをもって歌え。神は諸国民の上に王となられた、神はその聖なる御座に座しておられる。もろもろの民の頭たちはアブラハムの神とともに集められた。地の力ある者たちは神のものであり、いたく高められたゆえに。』」
Dialogus cum Tryphone Iudaeo 37.2
Καὶ ἐν ἐνενηκοστῷ ὀγδόῳ ψαλμῷ ὀνειδίζει ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον, καὶ τοῦτον, ὃν μὴ θέλετε βασιλέα εἶναι, βασιλέα καὶ κύριον καὶ τοῦ Σαμουὴλ καὶ τοῦ Ἀαρὼν καὶ Μωσέως καὶ τῶν ἄλλων πάντων ἁπλῶς ὄντα μηνύει.
「また第九十八詩篇において、聖なる霊は諸君を責めており、諸君が王であることを望まないこの方こそが、サムエルの王でもあり、アロンの王でもあり、モーセの王でもあり、そのほかのすべての者の王であり主でもあることを、端的に示している。」
Dialogus cum Tryphone Iudaeo 37.3
Εἰσὶ δὲ οἱ λόγοι τοῦ ψαλμοῦ οὗτοι· Ὁ κύριος ἐβασίλευσεν, ὀργιζέ σθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ, σαλευθήτω ἡ γῆ. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι, καὶ, τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ὲν Ἰακὼβ σὺ ἐποίησας. Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι.
「その詩篇の言葉は次のとおりである。『主は王となられた。もろもろの民は怒るがよい。ケルビムの上に座す方、地は揺れ動くがよい。主はシオンにおいて大いなる方、すべての民の上に高くいます方である。彼らは汝の大いなる御名を賛美するがよい、それは畏るべく聖なるものであるゆえに。また、王の誉れは裁きを愛する。汝は正しさを備えられた。汝はヤコブにおいて裁きと正義とを行われた。汝らは我々の神、主を高くあげよ、その御足の足台を拝め、聖なる方であるゆえに。』」
Dialogus cum Tryphone Iudaeo 37.4
Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο, φησὶν ἡ γραφή, τὸν κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὸ πρόσταγμα ὃ ἔδωκεν αὐτοῖς. Κύριε ὁ θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ θεός, σὺ εὐίλατος ἐγένου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ. ὅτι ἄγιος κύριος ὁ θεὸς ἡμῶν.
「『モーセとアロンは主の祭司たちのうちにあり、サムエルはその御名を呼ぶ者たちのうちにある。彼らは主を呼び求めた、と聖書は言う、すると主は彼らの声を聞き入れられた。雲の柱のうちにあって、主は彼らに語られた。彼らは主の証しと、主が彼らに与えられた掟とを守った。我々の神なる主よ、汝は彼らの声を聞き入れられた。神よ、汝は彼らに対して憐れみ深くあられ、また彼らのすべての行いに報復される方であった。汝らは我々の神、主を高くあげよ、その聖なる山に向かって拝め、我々の神なる主は聖なる方であるゆえに。』」