ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LXI 第LXI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 5 sectiones

Dialogus cum Tryphone Iudaeo 61.1

1

Μαρτύριον δὲ καὶ ἄλλο ὑμῖν, ὦ φίλοι, ἔφην, ἀπὸ τῶν γραφῶν δώσω, ὅτι ἀρχὴν πρὸ πάντων τῶν κτισμάτων ὁ θεὸς γεγέννηκε δύναμίν τινα ἐξ ἑαυτοῦ λογικήν, ἥτις καὶ δόξα κυρίου ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου καλεῖται, ποτὲ δὲ υἱὸς, ποτὲ δὲ σοφία, ποτὲ δὲ ἄγγελος, ποτὲ δὲ θεός, ποτὲ δὲ κύριος καὶ λόγος, ποτὲ δὲ ἀρχιστράτηγον ἑαυτὸν λέγει, ἐν ἀνθρώπου μορφῇ φανέντα τῷ τοῦ Ναυῆ Ἰησοῦ· ἔχει γὰρ πάντα προσονομάζεσθαι ἔκ τε τοῦ ὑπηρετεῖν τῷ πατρικῷ βουλήματι καὶ ἐκ τοῦ ἀπὸ τοῦ πατρὸς θελήσει γεγεννῆσθαι.

「友らよ」と私は言った、「私は諸君にさらにもう一つの証しを聖書から与えよう。すなわち、神は、すべての被造物に先立って、初めとして、ご自身から、ある理性的な力を生み出されたのであり、この力は、聖なる霊によって主の栄光とも呼ばれ、あるときは子、あるときは知恵、あるときは御使い、あるときは神、あるときは主またロゴスと呼ばれ、あるときは自ら総大将と称する。それは、ヌンの子ヨシュアに人の姿で現れたときのことである。というのも、この力はあらゆる名で呼ばれうるのであって、それは父の意志に仕えること、また父の意志によって生まれたことの両方に由来するのである。」

Dialogus cum Tryphone Iudaeo 61.2

2

Ἀλλ᾿ οὐ τοιοῦτον ὁποῖον καὶ ἐφ᾿ ἡμῶν γινόμενον ὁρῶμεν; Λόγον γάρ τινα προβάλλοντες, λόγον γεννῶμεν, οὐ κατὰ ἀποτομήν, ὡς ἐλαττωθῆναι τὸν ἐν ἡμῖν λόγον, προβαλλόμενοι. Καὶ ὁποῖον ἐπὶ πυρὸς ὁρῶμεν ἄλλο γινόμενον. οὐκ ἐλαττουμένου ἐκείνου ἐξ οὗ ἡ ἄναψις γέγονεν, ἀλλὰ τοῦ αὐτοῦ μένοντος, καὶ τὸ ἐξ αὐτοῦ ἀναφθὲν καὶ αὐτὸ ὃν φαίνεται, οὐκ ἐλαττῶσαν ἐκεῖνο ἐξ οὗ ἀνήφθη.

「だが、これは、我々自身においても起こっているのを我々が見るのと、同じようなことではないだろうか。我々はある言葉を発することによって、言葉を生み出すが、それは切り離すようにしてではなく、我々のうちにある言葉が減じられるような仕方で発するのではない。また、火の場合にも、我々は別のものが生じるのを見るが、その火が点じられたもとの火が減じることはなく、それは同じままにとどまり、それから点じられたものもまた、それ自体存在するものとして現れながら、それが点じられたもとのものを減じることはないのである。」

Dialogus cum Tryphone Iudaeo 61.3

3

Μαρτυρήσει δέ μοι ὁ λόγος τῆς σοφίας, αὐτὸς ὢν οὗτος ὁ θεὸς ἀπὸ τοῦ πατρὸς τῶν ὅλων γεννηθείς, καὶ λόγος καὶ σοφία καὶ δύναμις καὶ δόξα τοῦ γεννήσαντος ὑπάρχων, καὶ διὰ Σολομῶνος φήσαντος ταῦτα· Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾿ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ τὰς πηγὰς προελθεῖν τῶν ὑδάτων, πρὸ τοῦ τὰ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με.

「そして、知恵のロゴスが、私のために証しするであろう。この方こそ、万物の父から生まれたこの神であり、生んだ方のロゴスであり、知恵であり、力であり、栄光である方である。そしてソロモンを通してこう述べられている。『もし私が日々起こることを汝らに告げるならば、永遠から数えて記憶しよう。主は、その業のために、その道の初めとして私を造られた。世々の前に、初めに、私を据えられた。地を造られる前に、深淵を造られる前に、水の源が湧き出る前に、山々が据えられる前に、すべての丘に先立って、主は私を生まれさせられる。』」

Dialogus cum Tryphone Iudaeo 61.4

4

Ὁ θεὸς ἐποίησε χώραν καὶ ἀοίκητον καὶ ἄκρα οἰκούμενα ὑπ᾿ οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ· καὶ ὅτε ἀφώριζε τὸν αὐτοῦ θρόνον ἐπ᾿ ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη καὶ ὡς ἀσφαλεῖς ἐποίει πηγὰς ἀβύσσου, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ᾿ αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾖ προσέχαιρε· καθ᾿ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτι εὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ, εὐφραίνετο ἐν υἱοῖς ἀνθρώπων.

「『神は、国土と、人の住まない所と、天の下の人の住む地の果てとを造られた。神が天を整えられたとき、私は神とともにあった。神が風の上にその御座を定められたとき、上の雲を強く固められたとき、深淵の源を確かなものとされたとき、地の基を強く固められたとき、私は神のかたわらにあって調和させていた。私は、神が喜びとされたその者であった。そして日ごとに、いつの時にも、神の御顔の前で喜んでいた。神は世界を完成させて喜ばれ、また人の子らのうちにあって喜ばれたからである。』」

Dialogus cum Tryphone Iudaeo 61.5

5

Νῦν οὖν, υἱέ, ἄκουέ μου. Μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος ὃς τὰς ὁδούς μου φυλάξει, ἀγρυπνῶν ἐπ᾿ ἐμαῖς θύραις καθ᾿ ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων· αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἡτοίμασται θέλησις παρὰ κυρίου. Οἱ δὲ εἰς ἐμὲ ἁμαρτάνοντες ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχάς, καὶ οἱ μισοῦντές με ἀγαπῶσι θάνατον.

「『それゆえ今、子よ、私に聞け。私に聞き従う人は幸いである。また、私の道を守る人は幸いである。日ごとに私の門のかたわらで目を覚まし、私の入り口の敷居を守る者は。私の出口は命の出口であり、意志が主のもとから備えられているからである。しかし私に対して罪を犯す者たちは、自分自身の魂に対して不敬虔を行うのであり、私を憎む者たちは死を愛しているのである。』」