ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LXXXVII 第LXXXVII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 87.1

1

Καὶ ὁ Τρύφων, εἰπόντος μου ταῦτα, ἔφη· Μή με λοιπὸν ὑπολάμβανε, ἀνατρέπειν πειρώμενον τὰ ὑπὸ σοῦ λεγόμενα, πυνθάνεσθαι ὅσα ἂν πυνθάνωμαι, ἀλλὰ βούλεσθαι μανθάνειν περὶ τούτων αὐτῶν ὧν ἂν ἐρωτῶ.

私がこれらのことを語り終えると、トリュフォンは言った。「私が問うことは何であれ、お前が語ることを覆そうと試みて問うているのだと、もはや思わないでほしい。私はまさに私が問うそのことについて学びたいと思っているのだ。」

Dialogus cum Tryphone Iudaeo 87.2

2

Εἰπὲ οὖν μοι, διὰ τοῦ Ἡσαΐου εἰπόντος τοῦ λόγου· Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἀναβήσεται ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἀναπαύσεται ἐπ᾿ αὐτὸν πνεῦμα θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ, καὶ ὁμολογήσας ταῦτα πρός με, ἔλεγεν, εἰς Χριστὸν εἰρῆσθαι, καὶ θεὸν αὐτὸν προϋπάρχοντα λέγεις, καὶ κατὰ τὴν βουλὴν τοῦ θεοῦ σαρκοποιηθέντα αὐτὸν λέγεις διὰ τῆς παρθένου γεγεννῆσθαι ἄνθρωπον, πῶς δύναται ἀποδειχθῆναι προϋπάρχων, ὅστις διὰ τῶν δυνάμεων τοῦ πνεύματος τοῦ ἁγίου, ἃς καταριθμεῖ ὁ λόγος διὰ Ἡσαίου, πληροῦται ὡς ἐνδεὴς τούτων ὑπάρχων;

「それでは私に言ってくれ。イザヤを通してのロゴスがこう語っている。『エッサイの根から杖が出るであろう、そしてエッサイの根から花が上るであろう。そして神の霊が彼の上にとどまるであろう、知恵と分別の霊、思慮と力の霊、知識と敬虔の霊、そして神を恐れる霊が彼を満たすであろう。』この言葉が、お前の告白するとおりキリストについて言われているとし、またお前が、彼を先在する神であると語り、また彼が神の御旨にしたがって肉となり、乙女によって人間として生まれたと語るのなら、聖なる霊のもろもろの力――イザヤを通してのロゴスが数え上げているそれら――によって、あたかもそれらを欠いている者であるかのように満たされる者が、どうして先在する者であると証明されうるのか。」

Dialogus cum Tryphone Iudaeo 87.3

3

Κἀγὼ ἀπεκρινάμην· Νουνεχέστατα μὲν καὶ συνετώτατα ἠρώτησας· ἀληθῶς γὰρ ἀπόρημα δοκεῖ εἶναι· ἀλλ᾿ ἵνα ἴδῃς καὶ τὸν περὶ τούτων λόγον, ἄκουε ὧν λέγω. Ταύτας τὰς κατηριθμημένας τοῦ πνεύματος δυνάμεις οὐχ ὡς ἐνδεοῦς αὐτοῦ τούτων ὄντος φησὶν ὁ λόγος ἐπεληλυθέναι ἐπ᾿ αὐτόν, ἀλλ᾿ ὡς ἐπ᾿ ἐκεῖνον ἀνάπαυσιν μελλουσῶν ποιεῖσθαι, τουτέστιν ἐπ᾿ αὐτοῦ πέρας ποιεῖσθαι, τοῦ μηκέτι ἐν τῷ γένει ὑμῶν κατὰ τὸ παλαιὸν ἔθος προφήτας γενήσεσθαι, ὅπερ καὶ ὄψει ὑμῖν ἰδεῖν ἔστι· μετ᾿ ἐκεῖνον γὰρ οὐδεὶς ὅλως προφήτης παρ᾿ ὑμῖν γεγένηται.

そこで私は答えた。「お前は実に思慮深く、また賢明に問うた。まことに、これは難問であるように思われる。しかし、これについての論をも見て取ってもらうために、私が語ることを聞くがよい。数え上げられたこれらの霊のもろもろの力は、彼がそれらを欠いている者であったから彼の上に来たと、ロゴスは語っているのではない。むしろ、それらの力が、あの方の上で休らうことになるため、すなわち、あの方において終わりを迎えるためである。それは、諸君の族の中に、もはや古くからの慣わしにしたがって預言者たちが生まれることのないようにするためである。このことは、諸君自身も目にすることができる事柄である。あの方以後、諸君のもとには全く預言者が生まれていないのだから。」

Dialogus cum Tryphone Iudaeo 87.4

4

Καὶ ὅτι οἱ παρ᾿ ὑμῖν προφῆται, ἕκαστος μίαν τινὰ ἢ καὶ δευτέραν δύναμιν παρὰ τοῦ θεοῦ λαμβάνοντες, ταῦτα ἐποίουν καὶ ἐλάλουν ἃ καὶ ἡμεῖς ἀπὸ τῶν γραφῶν ἐμάθομεν, κατανοήσατε καὶ τὰ ὑπ᾿ ἐμοῦ λεγόμενα. Σοφίας μὲν γὰρ πνεῦμα Σολομῶν ἔσχε, συνέσεως δὲ καὶ βουλῆς Δανιήλ, ἰσχύος δὲ καὶ εὐσεβείας Μωσῆς, καὶ Ἡλίας φόβου, καὶ γνώσεως Ἡσαΐας· καὶ οἱ ἄλλοι αὖ ὁμοίως ἢ μίαν ἕκαστος ἢ ἐναλλὰξ ἄλλην τινὰ μετ᾿ ἄλλης δυνάμεως ἔσχον, οἶον καὶ Ἱερεμίας καὶ οἱ δώδεκα καὶ Δαυῒδ καὶ οἱ ἄλλοι ἁπλῶς ὅσοι γεγόνασι παρ᾿ ὑμῖν προφῆται.

そして、諸君のもとにいた預言者たちが、それぞれ神からある一つの、あるいは二つの力を受けて、それらを行い、また我々も聖書から学んだところのことを語っていたことを、私が語ることからも理解してほしい。すなわち、ソロモンは知恵の霊を持ち、ダニエルは分別と思慮の霊を、モーセは力と敬虔の霊を、エリヤは恐れの霊を、イザヤは知識の霊を持っていた。他の者たちも同様に、それぞれ一つの力を持つか、あるいは代わる代わる他の力と共にまた別の力を持っていた。たとえば、エレミヤや十二預言者、ダビデ、そして単に、諸君のもとに生まれたその他の預言者たちすべてがそうである。

Dialogus cum Tryphone Iudaeo 87.5

5

Ἀνεπαύσατο οὖν, τουτέστιν ἐπαύσατο, ἐλθόντος ἐκείνου, μεθ᾿ ὅν, τῆς οἰκονομίας ταύτης τῆς ἐν ἀνθρώποις αὐτοῦ γενομένης χρόνοις, παύσασθαι ἔδει αὐτὰ ἀφ᾿ ὑμῶν, καὶ ἐν τούτῳ ἀνάπαυσιν λαβόντα πάλιν, ὡς ἐπεπροφήτευτο, γενήσεσθαι δόματα, ἅ ἀπὸ τῆς χάριτος τῆς δυνάμεως τοῦ πνεύματος ἐκείνου τοῖς ἐπ᾿ αὐτὸν πιστεύουσι δίδωσιν, ὡς ἄξιον ἕκαστον ἐπίσταται.

それゆえ、それらは休らった、すなわち、あの方が来られたときに止んだのである。あの方の後には、あの方が人間のうちに現れた時のこの摂理にしたがって、それらの力は諸君のもとから止むべきであった。そしてこのうちに再び休らいを得て、預言されていたとおり、賜物となるはずであった。それらの賜物を、あの方の霊の力の恵みから、彼を信じる者たちに、それぞれにふさわしいと知られるだけ、与えられるのである。

Dialogus cum Tryphone Iudaeo 87.6

6

Καὶ ὅτι ἐπεπροφήτευτο τοῦτο μέλλειν γίνεσθαι ὑπ᾿ αὐτοῦ μετὰ τὴν εἰς οὐρανὸν ἀνέλευσιν αὐτοῦ, εἶπον μὲν ἤδη καὶ πάλιν λέγω. Εἶπεν οὖν· Ἀνέβη εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ πάλιν ἐν ἑτέρᾳ προφητείᾳ εἴρηται· Καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ τὸ πνεῦμά μου ἐπὶ πᾶσαν σάρκα καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου, καὶ προφητεύσουσι.

そして、このことが、あの方によって、天へと昇られたのちに起こるであろうと預言されていたことは、私はすでに述べたが、再び語る。すなわち、こう言われている。『彼は高きところに上り、捕われを捕えて、人の子らに賜物を与えられた。』そしてまた、他の預言においてこう言われている。『そしてこれらのことのあとには、私は私の霊をすべての肉に注ぎ、私の僕たちの上に、私の仕え女たちの上に注ぐであろう。そして彼らは預言するであろう。』