ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XLI 第XLI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 41.1

1

Καὶ ἡ τῆς σεμιδάλεως δὲ προσφορά, ὦ ἄνδρες, ἔλεγον, ἡ ὑπὲρ τῶν καθαριζομένων ἀπὸ τῆς λέπρας προσφέρεσθαι παραδοθεῖσα. τύπος ἦν τοῦ ἄρτου τῆς εὐχαριστίας, ὃν εἰς ἀνάμνησιν τοῦ πάθους, οὗ ἔπαθεν ὑπὲρ τῶν καθαιρομένων τὰς ψυχὰς ἀπὸ πάσης πονηρίας ἀνθρώπων, Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν παρέδωκε ποιεῖν, ἵνα ἅμα τε εὐχαριστῶμεν τῷ θεῷ ὑπέρ τε τοῦ τὸν κόσμον ἐκτικέναι σὺν πᾶσι τοῖς ἐν αὐτῷ διὰ τὸν ἄνθρωπον, καὶ ὑπὲρ τοῦ ἀπὸ τῆς κακίας, ἐν ᾖ γεγόναμεν, ἠλευθερωκέναι ἡμᾶς, καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καταλελυκέναι τελείαν κατάλυσιν διὰ τοῦ παθητοῦ γενομένου κατὰ τὴν βουλὴν αὐτοῦ.

「そして、方々よ」と私は言った、「小麦粉の献げ物、すなわち、らい病から清められる者たちのために献げるよう伝えられたそれも、エウカリスティア(感謝)のパンの予型であった。それは、我々の主イエス・キリストが、魂をあらゆる悪から清められる人々のために受けた受苦の記念として行うようにと伝えたものであり、それは我々が、人のために世界とその中にあるすべてのものを造られたことについて神に感謝を捧げるとともに、我々が生まれ育ったその悪から我々を解放してくださったこと、そして御旨に従って受苦する者となられた方を通して、もろもろの支配ともろもろの権威とを完全な滅びをもって滅ぼされたことについても、神に感謝を捧げるためである。」

Dialogus cum Tryphone Iudaeo 41.2

2

Ὅθεν περὶ μὲν τῶν ὑφ᾿ ὑμῶν τότε προσφερομένων θυσιῶν λέγει ὁ θεός, ὡς προέφην, διὰ Μαλαχίου, ἑνὸς τῶν δώδεκα· Οὐκ ἔστι θέλημά μου ἐν ὑμῖν, λέγει κύριος, καὶ τὰς θυσίας ὑμῶν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῆς ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, ὅτι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.

「それゆえ、当時諸君によって献げられていた供犠については、先に述べたとおり、十二預言者のうちの一人であるマラキを通して、神はこう言っておられる。『汝らのうちに私の意志はない、と主は言われる。私は汝らの供犠を、汝らの手から受け入れない。日の出から日の入りまで、私の名は諸国民の間で栄光を受けており、いたるところで私の名に香が献げられ、清い供犠が献げられている。私の名は諸国民の間で偉大であるゆえに、と主は言われる。しかし汝らはそれを汚している。』」

Dialogus cum Tryphone Iudaeo 41.3

3

Περὶ δὲ τῶν ἐν παντὶ τόπῳ ὑφ᾿ ἡμῶν τῶν ἐθνῶν προσφερομένων αὐτῷ θυσιῶν, τουτέστι τοῦ ἄρτου τῆς εὐχαριστίας καὶ τοῦ ποτηρίου ὁμοίως τῆς εὐχαριστίας, προλέγει τότε, εἰπὼν καὶ τὸ ὄνομα αὐτοῦ δοξάζειν ἡμᾶς, ὑμᾶς δὲ βεβηλοῦν.

「しかし、あらゆる場所で我々諸国民によって彼に献げられている供犠、すなわちエウカリスティアのパンと、同じくエウカリスティアの杯とについては、そのとき先んじて告げているのであり、我々が彼の名に栄光を帰し、諸君がそれを汚すであろうと言っているのである。」

Dialogus cum Tryphone Iudaeo 41.4

4

Ἡ δὲ ἐντολὴ τῆς περιτομῆς, κελεύουσα τῇ ὀγδόῃ ἡμέρᾳ ἐκ παντὸς περιτέμνειν τὰ γεννώμενα, τύπος ἦν τῆς ἀληθινῆς περιτομῆς, ἣν περιετμήθημεν ἀπὸ τῆς πλάνης καὶ πονηρίας διὰ τοῦ ἀπὸ νεκρῶν ἀναστάντος τῇ μιᾷ τῶν σαββάτων ἡμέρᾳ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· μία γὰρ τῶν σαββάτων, πρώτη μὲν οὖσα τῶν πασῶν ἡμερῶν, κατὰ τὸν ἀριθμὸν πάλιν τῶν πασῶν ἡμερῶν τῆς κυκλοφορίας ὀγδόη καλεῖται, καὶ πρώτη οὖσα μένει.

「割礼の掟は、生まれた子をことごとく八日目に割礼するよう命じるものであったが、これは真の割礼の予型であった。我々は、週の第一日に死者のうちから甦られた我々の主イエス・キリストを通して、迷いと悪とから割礼されたのである。というのも、週の第一日は、すべての日々のうちで第一の日でありながら、すべての日々の巡りの数え方によれば再び第八日目と呼ばれ、しかも第一の日でありつづけるからである。」