ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXXXVIII 第CXXXVIII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 3 sectiones

Dialogus cum Tryphone Iudaeo 138.1

1

Γινώσκετε οὗν, ὦ ἄνδρες, ἔφην, ὅτι ὲν τῷ Ἡσαίᾳ λέλεκται ὑπὸ τοῦ θεοῦ πρὸς τὴν Ἱερουσαλημ, ὅτι Ἐπὶ τοῦ κατακλυσμοῦ τοῦ Νῶε ἔσωσά σε. Τοῦτο δέ ἐστιν ὃ ἔλεγεν ὁ θεός. ὅτι τὸ μυστήριον τῶν σωζομένων ἀνθρώπων ἐπὶ τοῦ κατακλυσμοῦ γέγονεν. Ὁ δίκαιος γὰρ Νῶε μετὰ τῶν ἄλλων ἀνθρώπων ἐπὶ τοῦ κατακλυσμοῦ, τουτέστι τῆς τε γυναικὸς τῆς αὐτοῦ καὶ τῶν τριῶν τέκνων αὑτοῦ καὶ τῶν γυναικῶν τῶν υἱῶν αὐτοῦ, οἵτινες ἀριθμῷ ὄντες ὀκτώ, σύμβολον εἶχον τῆς ἀριθμῷ μὲν ὀγδόης ἡμέρας, ἐν ᾗ ἐφάνη ὁ Χριστὸς ἡμῶν ἀπὸ νεκρῶν ἀναστάς, δυνάμει δ᾿ ἀεὶ πρώτης ὑπαρχούσης.

「それゆえ知るがよい、方々よ」と私は言った。「イザヤにおいて、神によってエルサレムに向けてこう語られていることを——『ノアの洪水の時に、私はお前を救った』と。これは神が語っていたことである。すなわち、救われる人間たちの奥義が、洪水の時に生じた、ということである。なぜなら、正しいノアは、他の人間たち、すなわち彼の妻と彼の三人の子供たちと彼の息子たちの妻たちとともに、洪水の時に〔救われた〕からである。彼らは数において八人であり、数としては第八の日のしるしを持っていた。その日において我々のキリストは死者の中から甦って現れたのであり、力においては常に第一の日であり続ける〔日の〕しるしである。」

Dialogus cum Tryphone Iudaeo 138.2

2

Ὁ γὰρ Χριστός, πρωτότοκος πάσης κτίσεως ὤν, καὶ ἀρχὴ πάλιν ἄλλου γένους γέγονε, τοῦ ἀναγεννηθέντος ὑπ᾿ αὐτοῦ δι᾿ ὕδατος καὶ πίστεως καὶ ξύλου, τοῦ τὸ μυστήριον τοῦ σταυροῦ ἔχοντος, ὃν τρόπον καὶ ὁ Νῶε ἐν ξύλῳ διεσώθη ἐποχούμενος τοῖς ὕδασι μετὰ τῶν ἰδίων. Ὅταν οὖν εἴπῃ ὁ προφήτης· Ἐπὶ Νῶε ἔσωσά σε, ὡς προέφην, τῷ ὁμοίως πιστῷ λαῷ πρὸς θεὸν ὄντι καὶ τὰ σύμβολα ταῦτα ἔχοντι λέγει. Καὶ γὰρ ῥάβδον ἔχων ὁ Μωσῆς μετὰ χεῖρα διὰ τῆς θαλάσσης διήγαγεν ὑμῶν τὸν λαόν.

「なぜなら、キリストは、すべての被造物の最初に生まれた方でありながら、また別の族の初めともなられたからである。すなわち、この方によって、水と信仰と木とを通して新たに生み出された族——十字架の奥義を持つ族——の初めともなられたのである。それはちょうど、ノアが木によって、自分の家族とともに水に乗って救われたのと同じ仕方である。それゆえ、預言者が『ノアの時に、私はお前を救った』と言う時、先に述べたとおり、〔神は〕同様に神に対して信実な民、これらのしるしを持つ民に語りかけているのである。なぜなら、モーセもまた、杖を手に持って、諸君の民を海の中を通って導いたからである。」

Dialogus cum Tryphone Iudaeo 138.3

3

Ὑμεῖς δὲ ὑπολαμβάνετε ὅτι τῷ γένει ὑμῶν μόνον ἔλεγεν ἢ τῇ γῇ. Ὅτι γὰρ πᾶσα ἡ γῆ, ὡς ἡ γραφὴ λέγει, κατεκλύσθη, καὶ ὑψώθη τὸ ὕδωρ ἐπάνω πάντων ὀρέων πήχεις δεκαπέντε, ὁ θεὸς οὐ τῇ γῇ φαίνεται εἰρηκώς, ἀλλὰ τῷ λαῷ τῷ πειθομένῳ αὐτῷ, ᾧ καὶ ἀνάπαυσιν προητοίμασεν ἐν Ἱερουσαλήμ, ὡς προαποδέδεικται διὰ πάντων τῶν ἐπὶ τοῦ κατακλυσμοῦ συμβόλων· εἶπον δέ, δι᾿ ὕδατος καὶ πίστεως καὶ ξύλου οἱ προπαρασκευαζόμενοι καὶ μετανοοῦντες ἐφ᾿ οἶς ἥμαρτον ἐκφεύξονται τὴν μέλλουσαν ἐπέρχεσθαι τοῦ θεοῦ κρίσιν.

「しかし諸君は、それが諸君の族だけに、あるいは地だけに語られたのだと思い込んでいる。というのも、聖書が語るように、地全体が水に覆われ、水はすべての山々の上、十五キュビトまで上がったのであるから、神が語りかけたのは地に対してではなく、神に従う民に対してであったと明らかである。この民のためにこそ、〔神は〕エルサレムにおいて憩いをあらかじめ整えたのであり、それは洪水の折のすべてのしるしを通してすでに証示されているとおりである。私が言ったのは、水と信仰と木とによってあらかじめ備えをなし、自分が犯した罪を悔い改める者たちは、これから訪れようとしている神の裁きを免れるであろう、ということである。」