ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXLII 第CXLII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 3 sectiones

Dialogus cum Tryphone Iudaeo 142.1

1

Ἐπὶ ποσὸν δὲ ὁ Τρύφων ἐπισχών· Ὁρᾷς, ἔφη, ὅτι οὐκ ἀπὸ ἐπιτηδεύσεως γέγονεν ἐν τούτοις ἡμᾶς συμβαλεῖν. Καὶ ὅτι ἐξαιρέτως ἥσθην τῇ συνουσίᾳ, ὁμολογῶ, καὶ τούτους δὲ οἶμαι ὁμοίως ἐμοὶ διατεθεῖσθαι· πλέον γὰρ εὕρομεν ἢ προσεδοκῶμεν καὶ προσδοκηθῆναί ποτε δυνατὸν ἦν. Εἰ δὲ συνεχέστερον ἦν τοῦτο ποιεῖν ἡμᾶς, μᾶλλον ἂν ὠφεληθεῖμεν, ἐξετάζοντες αὐτοὺς τοὺς λόγους· ἀλλ᾿ ἐπειδή, φησί, πρὸς τῇ ἀναγωγῇ εἶ καὶ καθ᾿ ἡμέραν πλοῦν ποιεῖσθαι προσδοκᾷς, μὴ ὄκνει ὡς φίλων ἡμῶν μεμνῆσθαι ἐὰν ἀπαλλαγῇς.

しばらく間を置いてから、トリュフォンが言った。「お前も分かるとおり、我々がこの議論において出会ったのは、示し合わせてのことではなかった。そして私がこの語らいに格別に喜びを覚えたことは、私も認める。そしてこの者たちも、私と同様の思いでいるだろうと思う。というのも、我々は、期待していた以上のもの、かつて期待されえた以上のものを見出したからである。もし我々がこれをもっと頻繁に行うことができたなら、まさにこれらの言葉そのものを吟味することによって、なおいっそう益を得られたであろう。しかし」と彼は言った、「お前はすでに出航に臨んでおり、日々船出することを待ち構えているのだから、遠ざかった後にも、我々を友として思い起こすことをためらわないでくれ。」

Dialogus cum Tryphone Iudaeo 142.2

2

Ἐμοῦ δὲ χάριν, ἔφην, εἰ ἐπέμενον, καθ᾿ ἡμέραν ἐβουλόμην ταὐτὸ γίνεσθαι· ἀναχθήσεσθαι δὲ ἤδη προσδοκῶν, ἐπιτρέποντος τοῦ θεοῦ καὶ συνεργοῦντος, ὑμᾶς προτρέπομαι, ἐνστησαμένους ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας μέγιστον τοῦτον ἀγῶνα, τῶν διδασκάλων ὑμῶν σπουδάσαι προτιμῆσαι μᾶλλον τὸν τοῦ παντοκράτορος θεοῦ Χριστόν.

「私としては」と私は言った、「もしとどまるのであれば、日々同じことが行われることを望むであろう。しかし私はすでに船出することを待ち構えているので、神が許し、助けてくださるならば、諸君に勧める。自分自身の救いのために、この最大の戦いに臨み、諸君の教師たちよりも、全能の神のキリストを重んじることに努めてほしい。」

Dialogus cum Tryphone Iudaeo 142.3

3

Μεθ᾿ ἃ ἀπῄεσαν λοιπὸν εὐχόμενοί τέ μοι σωτηρίαν καὶ ἀπὸ τοῦ πλοῦ καὶ ἀπὸ πάσης κακίας· ἐγώ τε ὑπὲρ αὐτῶν εὐχόμενος ἔφην· Οὐδὲν ἄλλο μεῖζον ὑμῖν εὔχεσθαι δύναμαι, ὦ ἄνδρες, ἢ ἵνα, ἐπιγνόντες διὰ ταύτης τῆς ὁδοῦ δίδοσθαι παντὶ ἀνθρώπῳ εὐδαιμονεῖν. πάντως καὶ αὐτοὶ ἡμῖν ὅμοια ποιήσητε, τὸν Ἰησοῦν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ.

これらのことの後、彼らはついに立ち去って行った。私のために、船旅の無事と、あらゆる災いからの守りとを祈りながら。そして私も彼らのために祈って言った。「方々よ、私が諸君のために祈ることのできる、これより大いなることは他に何もない。ただ、この道を通してこそすべての人間に幸いが与えられるのだと悟り知って、諸君自身も、イエスが神のキリストであるということについて、我々とまったく同じようになってくれることを〔祈るのみである〕。」