Dialogus cum Tryphone Iudaeo 125.1
Ἐβουλόμην, λέγω, παρ᾿ ὑμῶν μαθεῖν, ὦ ἄνδρες, τίς ἡ δύναμις τοῦ Ἰσραὴλ ὀνόματος. Καὶ ἡσυχαζόντων αὐτῶν ἐπήνεγκα· Ἐγὼ ὃ ἐπίσταμαι ἐρῶ· οὔτε γὰρ εἰδότα μὴ λέγειν δίκαιον ἡγοῦμαι, οὔτε ὑπονοοῦντα ἐπίστασθαι ὑμᾶς καὶ διὰ φθόνον ἢ δι᾿ ἀπειρίαν τὴν τοῦ βούλεσθαι ἀπατᾶν ἑαυτοὺς φροντίζειν ἀεί, ἀλλὰ πάντα ἁπλῶς καὶ ἀδόλως λέγειν, ὡς ὁ ἐμὸς κύριος εἶπεν· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον· καὶ ὁ μὲν ἔπεσεν εἰς τὴν ὁδόν, ὁ δὲ εἰς τὰς ἀκάνθας, ὁ δὲ ἐπὶ τὰ πετρώδη, ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλήν.
「私は言う、人々よ、私は諸君から、イスラエルという名の意味を教わりたいと思っていた。」そして彼らが黙っていたので、私は続けて言った。「私は自分の知っていることを語ろう。というのも、知っていながら語らないことは正しくないと私は考えるし、また、諸君が実は知っていながら、妬みのためか、あるいは不慣れのために、常に自らを欺こうと望んでいるのではないかと疑われるとしても、そのことにかかずらうのが正しいとも思わないからである。むしろ、我が主が言われたとおり、すべてを率直に、偽りなく語ることにしよう。『種を蒔く者が種を蒔きに出て行った。あるものは道端に落ち、あるものは茨の中に、あるものは岩地の上に、あるものは良い地の上に落ちた。』」
Dialogus cum Tryphone Iudaeo 125.2
Ἐλπίδι οὑν τοῦ εἶναί που καλὴν γῆν λέγειν δεῖ· ἐπειδή γε ἐκεῖνος ὁ ἐμὸς κύριος, ὡς ἰσχυρὸς καὶ δυνατός, τὰ ἴδια παρὰ πάντων ἀπαιτήσει ἐλθών, καὶ τὸν οἰκονόμον τὸν ἑαυτοῦ οὐ καταδικάσει, εἰ γνωρίζοι αὐτόν, διὰ τὸ ἐπίστασθαι ὅτι δυνατός ἐστιν ὁ κύριος αὐτοῦ καὶ ἐλθὼν ἀπαιτήσει τὰ ἴδια, ἐπὶ πᾶσαν τράπεζαν διδόντα, ἀλλ᾿ οὐ δι᾿ αἰτίαν οἱανδηποτοῦν κατορύξαντα.
「それゆえ、どこかに良い地があるであろうという望みをもって語らねばならない。というのも、あの我が主は、強く力ある方として、来てすべての者からご自分のものを求められるからであり、また、もしその家令が主人を認め——すなわち、主人が力ある方であり、来てご自分のものを求められることを知っており——あらゆる取引台の上に出しておいて、いかなる理由によるにせよ、それを土に埋めてしまわないならば、主人はその家令を断罪することはなさらないからである。」
Dialogus cum Tryphone Iudaeo 125.3
Καὶ τὸ οὖν Ἰσραὴλ ὄνομα τοῦτο σημαίνει· ἄνθρωπος νικῶν δύναμιν· τὸ γὰρ ἴσρα ἄνθρωπος νικῶν ἐστι, τὸ δὲ ἢλ δύναμις. Ὅπερ καὶ διὰ τοῦ μυστηρίου τῆς πάλης, ἣν ἐπάλαισεν Ἰακὼβ μετὰ τοῦ φαινομένου μὲν ἐκ τοῦ τῇ τοῦ πατρὸς βουλῇ ὑπηρετεῖν, θεοῦ δὲ ἐκ τοῦ εἶναι τέκνον πρωτότοκον τῶν ὅλων κτισμάτων, ἐπεπροφήτευτο οὕτως καὶ ἄνθρωπος γενόμενος ὁ Χριστὸς πονήσειν.
「それゆえ、イスラエルというこの名は、『力に打ち勝つ人』を意味する。すなわち、『イスラ』は打ち勝つ人であり、『エル』は力を意味するのである。このことはまた、ヤコブが、父の御旨に仕えることによって現れた方——万物のうちの初子である方であるがゆえに神でもある方——と戦った、あの格闘の奥義を通しても、キリストが人となってのちに、同じように労苦されるであろうことが、あらかじめ預言されていたのである。」
Dialogus cum Tryphone Iudaeo 125.4
Ὅτε γὰρ ἄνθρωπος γέγονεν, ὡς προεῖπον, προσῆλθεν αὐτῷ ὁ διάβολος, τουτέστιν ἡ δύναμις ἐκείνη ἡ καὶ ὄφις κεκλημένη καὶ σατανᾶς, πειράζων αὐτὸν καὶ ἀγωνιζόμενος καταβαλεῖν διὰ τοῦ ἀξιοῦν προσκυνῆσαι αὐτόν. Ὁ δὲ αὐτὸν κατέλυσε καὶ κατέβαλεν, ἐλέγξας ὅτι πονηρός ἐστι, παρὰ τὴν γραφὴν ἀξιῶν προσκυνεῖσθαι ὡς θεός, ἀποστάτης τῆς τοῦ θεοῦ γνώμης γεγενημένος. Ἀποκρίνεται γὰρ αὐτῷ· Γέγραπται· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ ἡττημένος καὶ ἐληλεγμένος ἀπένευσε τότε ὁ διάβολος.
「なぜなら、先に述べたとおり、彼が人となったとき、悪魔が彼のもとに近づいてきたからである。すなわち、蛇とも呼ばれ、サタンとも呼ばれるあの力であり、彼を試み、自分を拝むようにと要求することによって彼を打ち倒そうと闘っていたのである。しかし彼は、悪魔が悪しき者であること、すなわち、聖書に反して、神としての礼拝を要求し、神の御旨に背く反逆者となっていることを論駁して、彼を打ち破り、打ち倒した。彼は悪魔にこう答えられたからである。『こう書かれている、汝は主なる汝の神を拝み、彼のみに仕えよ、と。』そして悪魔はそのとき、打ち負かされ、論駁されて、退いたのである。」
Dialogus cum Tryphone Iudaeo 125.5
Ἀλλ᾿ ἐπεὶ καὶ ναρκᾶν ἔμελλε, τουτέστιν ἐν πόνῳ καὶ ἐν ἀντιλήψει τοῦ πάθους, ὅτε σταυροῦσθαι ἔμελλεν, ὁ Χριστὸς ὁ ἡμέτερος, καὶ τούτου προκήρυξιν ἐποίησε διὰ τοῦ ἅψασθαι τοῦ μηροῦ τοῦ Ἰακὼβ καὶ ναρκῆσαι ποιῆσαι. Ὁ δὲ Ἰσραὴλ ἦν ὄνομα αὐτῷ ἄνωθεν, ὃ ἐπωνόμασε τὸν μακάριον Ἰακὼβ εὐλογῶν τῷ ἑαυτοῦ ὀνόματι, κηρύσσων καὶ διὰ τούτου ὅτι πάντες οἱ δι᾿ αὐτοῦ τῷ πατρὶ προσφεύγοντες εὐλογημένος Ἰσραήλ ἐστιν. Ὑμεῖς δέ, μηδὲν τούτων νενοηκότες μηδὲ νοεῖν παρασκευαζόμενοι, ἐπειδὴ κατὰ τὸ σαρκικὸν σπέρμα τοῦ Ἰακὼβ τέκνα ἐστέ, πάντως σωθήσεσθαι προσδοκᾶτε. Ἀλλ᾿ ὅτι καὶ ἐν τούτοις ἑαυτοὺς πλανᾶτε, ἀποδέδεικταί μοι ἐν πολλοῖς.
「しかし、我々のキリストが、十字架につけられることになるとき、苦しみと受難の感受のうちにあって、しびれることにもなろうとしていたので、彼はまた、ヤコブの腿に触れてしびれさせることによって、このことの予告をなしたのである。だが、イスラエルとは、彼が初めから持っていた名であって、それによって彼は、祝福されたヤコブに、自分自身の名を与えて祝福し、それを通して、彼を通して父のもとに逃れる者はすべて祝福されたイスラエルであることをも告げ知らせたのである。だが諸君は、これらのことを何ひとつ理解しておらず、理解しようとする備えもないままに、肉によればヤコブの子孫であるがゆえに、必ず救われるであろうと期待している。しかし、諸君がこの点においても自らを欺いていることは、私によってすでに数多くの箇所で証明されている。」