ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XIX 第XIX章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 19.1

1

Καὶ ὁ Τρύφων· Τοῦτό ἐστιν ὃ ἀπορεῖν ἄξιόν ἐστιν, ὅτι τοιαῦτα ὑπομένοντες οὐχὶ καὶ τὰ ἄλλα πάντα, περὶ ὧν νῦν ζητοῦμεν, φυλάσσετε.

そしてトリュフォンは言った。「それこそ訝しく思うに値することだ。そのような仕打ちに耐え忍びながら、今我々が問うている他のすべてのことを、諸君は守らないのだから。」

Dialogus cum Tryphone Iudaeo 19.2

2

Οὐ γὰρ πᾶσιν ἀναγκαῖα αὕτη ἡ περιτομή, ἀλλ᾿ ὑμῖν μόνοις, ἵνα, ὡς προέφην, ταῦτα πάθητε ἃ νῦν ἐν δίκῃ πάσχετε. Οὐδὲ γὰρ τὸ βάπτισμα ἐκεῖνο τὸ ἀνωφελὲς τὸ τῶν λάκκων προσλαμβάνομεν· οὐδὲν γὰρ πρὸς τὸ βάπτισμα τοῦτο τὸ τῆς ζωῆς ἐστι. Διὸ καὶ κέκραγεν ὁθεός, ὅτι Ἐγκατελίπετε αὐτόν, πηγὴν ζῶσαν, καὶ ὠρύξατε ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται συνέχειν ὕδωρ.

「この割礼は万人に必要なのではなく、諸君にのみ必要である。それは、先に述べたとおり、諸君が今正当に受けている苦しみを受けるためである。我々もまた、あの無益な水溜めの洗礼を受け入れることはない。この命の洗礼に比べれば、それは何の値打ちもないからだ。それゆえ神もまた叫んだ。『汝らは、命の水源であるかたを捨て、自分たちのために壊れた水溜めを掘った。それは水を保つことができない。』」

Dialogus cum Tryphone Iudaeo 19.3

3

Καὶ ὑμεῖς μέν, οἱ τὴν σάρκα περιτετμημένοι, χρῄζετε τῆς ἡμετέρας περιτομῆς, ἡμεῖς δέ, ταύτην ἔχοντες, οὐδὲν ἐκείνης δεόμεθα. Εἰ γὰρ ἦν ἀναγκαία, ὡς δοκεῖτε, οὐκ ἂν ἀκρόβυστον ὁ θεὸς ἔπλασε τὸν Ἀδάμ, οὐδὲ ἐπέβλεψεν ἐπὶ τοῖς δώροις τοῦ ἐν ἀκροβυστίᾳ σαρκὸς προσενέγκαντος θυσίας Ἄβελ, οὐδ᾿ ἂν εὐηρέστησεν ἐν ἀκροβυστίᾳ Ἐνώχ, καὶ οὐκ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός.

「諸君は肉に割礼を受けていながら、我々の割礼を必要としている。だが我々はこれを持っているがゆえに、あの割礼を少しも必要としない。もしそれが、諸君の考えるとおり必要なものであったなら、神はアダムを無割礼のまま形づくりはしなかっただろうし、無割礼の肉のままで供犠を献げたアベルの捧げ物に目を留めることもなかっただろう。また、無割礼のままエノクが神に喜ばれ、神が彼を移されたがゆえに見出されなくなる、ということもなかっただろう。」

Dialogus cum Tryphone Iudaeo 19.4

4

Λὼτ ἀπερίτμητος ἐκ Σοδόμων ἐσώθη, αὐτῶν ἐκείνων τῶν ἀγγέλων αὐτὸν καὶ τοῦ κυρίου προπεμψάντων. Νῶε, ἀρχὴ γένους ἄλλου, ἅμα τοῖς τέκνοις ἀπερίτμητος εἰς τὴν κιβωτὸν εἰσῆλθεν. Ἀπερίτμητος ἦν ὁ ἱερεὺς τοῦ ὑψίστου Μελχισεδέκ, ᾧ καὶ δεκάτας προσφορὰς ἔδωκεν Ἀβραάμ, ὁ πρῶτος τὴν κατὰ σάρκα περιτομὴν λαβών, καὶ εὐλόγησεν αὐτόν· οὗ κατὰ τὴν τάξιν τὸν αἰώνιον ἱερέα ὁ θεός καταστήσειν διὰ τοῦ Δαυῒδ μεμήνυκεν.

「ロトは無割礼のままソドムから救われた。まさにかの天使たちと主とが彼を送り出したのである。ノアは、別の族の始まりとして、子らとともに無割礼のまま箱舟に入った。至高者の祭司メルキゼデクは無割礼であった。肉による割礼を最初に受けたアブラハムは彼に十分の一の供え物を献げ、彼はアブラハムを祝福した。神はダビデを通して、この者の位に等しい永遠の祭司を立てると告げ知らせた。」

Dialogus cum Tryphone Iudaeo 19.5

5

Ὑμῖν οὖν μόνοις άναγκαία ἦν ἡ περιτομὴ αὕτη, ἵνα ὁ λαὸς οὐ λαὸς ᾖ καὶ τὸ ἔθνος οὐκ ἔθνος, ὡς καὶ Ὠσηέ, εἶς τῶν δώδεκα προφητῶν, φησί. Καὶ γὰρ μὴ σαββατίσαντες οἱ προωνομασμένοι πάντες δίκαιοι τῷ θεῷ εὐηρέστησαν καὶ μετ᾿ αὐτοὺς Ἀβραὰμ καὶ οἱ τούτου υἱοὶ ἅπαντες μέχρι Μωσέως, ἐφ᾿ οὖ ἄδικος καὶ ἀχάριστος εἰς τὸν θεὸν ὁ λαὸς ὑμῶν ἐφάνη ἐν τῇ ἐρήμῳ μοσχοποιήσας,

「それゆえ、この割礼は諸君にのみ必要であった。十二預言者のひとりホセアが言うとおり、民が民でなくなり、国民が国民でなくなるためである。そして、先に名を挙げたすべての正しい者たちは、安息日を守ることなく神に喜ばれ、彼らの後にはアブラハムとその子らすべてが、モーセに至るまでそうであった。そのモーセの代に至って、諸君の民は荒野で子牛を造り、神に対して不義かつ恩知らずであることを露わにした。」

Dialogus cum Tryphone Iudaeo 19.6

6

Ὅθεν ὁ θεὸς ἁρμοσάμενος πρὸς τὸν λαὸν ἐκεῖνον καὶ θυσίας φέρειν ὡς πρὸς ὄνομα αὐτοῦ ἐνετείλατο, ἵνα μὴ εἰδωλολατρῆτε· ὅπερ οὐδὲ ἐφυλάξατε, ἀλλὰ καὶ τὰ τέκνα ὑμῶν ἐθύετε τοῖς δαιμονίοις. Καὶ σαββατίζειν οὖν ὑμῖν προστέταχεν, ἵνα μνήμην λαμβάνητε τοῦ θεοῦ· καὶ γὰρ ὁ λόγος αὐτοῦ τοῦτο σημαίνει λέγων· Τοῦ γινώσκειν ὅτι ἐγώ εἰμι ὁ θεὸς ὁ λυτρωσάμενος ὑμᾶς.

「それゆえ神は、かの民に譲歩し、供犠を自分の名に対するものとして献げるよう命じた。それは諸君が偶像を拝まないためであった。しかるに諸君はこれさえ守らず、自分たちの子らをも悪霊どもに供犠として献げた。それゆえ神は諸君に安息日を守るよう命じたのである。それは諸君が神を思い起こすためであった。まさに神の言葉もこう告げてそれを示している。『汝らを贖った神である私を知るために。』」